[ ] Eg. — Hermoupolis Magna (El Ashmūnein) — Tuna el-Gebel — 2nd c. AD — GVI 1897
1 ὄντως αἱ Νύμφαι σοι ἐτεκτήναντ’, Ἰσιδώρα,
  Νύμφαι τῶν ὑδάτων θυγατέρες θάλαμον·
πρεσβυτάτη Νίλοιο θυγατρῶν ἤρξατο, Νιλώ,
  κόγχον τευξαμένη, βένθεσιν οἷον ἔχει,
5 {²added in margin:}² πατρὸς ἐνὶ̣μ̣ με|γάροισι, θεηδ̣ῆ̣ | οἷον ἰδέσθαι·
  κρηναία δέ, Ὕλα σύνγαμος ἁρπαγίμου,
κείονας ἀμφοτέρωθεν, ἅτε σπέος, ἧχι καὶ αὐτὴ
  πηχύνασα̣ Ὕ̣λον καλποφόρον κατέχει·
κρεινάμεναι δ’ ἄρα χῶρον Ὀρειάδες ἱδρύσαντο
10   ἱερόν, ὡς αὑτῶν μηδὲν ἀφαυρὸν ἔχῃς.
Search Help
Contact Us