[ ]
Eg. — Hermoupolis Magna (El Ashmūnein) — Tuna el-Gebel — 2nd c. AD — GVI 1897
1 | ὄντως αἱ Νύμφαι σοι ἐτεκτήναντ’, Ἰσιδώρα, |
Νύμφαι τῶν ὑδάτων θυγατέρες θάλαμον· | |
πρεσβυτάτη Νίλοιο θυγατρῶν ἤρξατο, Νιλώ, | |
κόγχον τευξαμένη, βένθεσιν οἷον ἔχει, | |
5 | {²added in margin:}² πατρὸς ἐνὶ̣μ̣ με|γάροισι, θεηδ̣ῆ̣ | οἷον ἰδέσθαι· |
κρηναία δέ, Ὕλα σύνγαμος ἁρπαγίμου, | |
κείονας ἀμφοτέρωθεν, ἅτε σπέος, ἧχι καὶ αὐτὴ | |
πηχύνασα̣ Ὕ̣λον καλποφόρον κατέχει· | |
κρεινάμεναι δ’ ἄρα χῶρον Ὀρειάδες ἱδρύσαντο | |
10 | ἱερόν, ὡς αὑτῶν μηδὲν ἀφαυρὸν ἔχῃς. |