[ ]
Eg. — Karanis (Kōm Aushīm) — 2nd/1st c. BC — GVI 1680
1 | τί πλέον ἐστ’ εἰς τέκνα πονεῖν, ἢ πρὸς τί προτιμᾶν, |
εἰ μὴ Ζῆνα κριτὴν ἕξομεν̣, ἀλλ’ Ἀΐδην; | |
δὶς δέκα γάρ μ’ ἐκόμησε πατὴρ ἔτη, οὐδ’ ἐτέλεσσα | |
νυμφιδίων θαλάμων εἰς ὑμέναια λέχη, | |
5 | οὐδ’ ὑπὸ παστὸν ἐμὸν δέμας ἤλυθεν, οὐδ’ ἐκρότησαν |
πάννυχ’ ὁμηλικίη{ς} κεδροπαγεῖς σανίδας. | |
ὤλετο παρθενίη σειρὴν ἐμή· αἰαῖ ἐκείνην | |
Μοῖραν, ἰή, ἥτις ἐμοὶ νήματα πίκρ’ ἔβαλεν. | |
μαστοὶ μητρὸς ἐμῆς κ̣ε̣νεὸν γάλα τοί με ἐκόμησαν, | |
10 | οἷς χάριν οὐ δυνάμην γηροτρόφον τελέσαι. |
ὡς ὄφελον θνήισκουσα λιπεῖν πατρὶ τέκνον, ὅπως μὴ | |
αἰῶνα μνήμης πένθος ἄλαστον ἔχηι. | |
κλαύσατε Λυσάνδρην, συνομήλικες, ἣν Φιλον[ί]κη | |
καὶ Εὔδημος κούρην τήν<δ’> ἐτέκοντο μάτην. | |
15 | τοῖσιν ἐμὸν στείχουσι τάφον |
μέγ’ ἐνεύχομαι ὑμῖν, | | |
κλαύσατ’ ἄωρον ἐμὴν | |
ἡλικίαν ἄγαμον. | |