[ ] Eg. — Cairo, Coll. Michaelides — 3rd c. AD? — GVI 1308
1 μὴ παρίῃς [πολὺ](?) [δ]ακρύμενον
τάφον, ὦ π[αρο]δεῖτα, |
ἂν δ’ εἰδ̣ῇς ἐλέγους, οἶκτον ἐμο[ὶ]
[χ]άρισαι. |
5 τὸν νέκυν ἐνθάδ’ ἔθηκε πατὴρ
φιλότε[κ]νος ἄωρον, |
ἡλικίην ἐτέων εἴκοσι, οὐ πλεόνω[ν]. |
οὔν[ο]μα δὲ γν[ώ]σεις, λέξω πάτρην
ἐρατεινήν· |
10 Ἑρμοῦ μὲν πολέως ἐν̣ν̣αέτην ἐσορᾷ[ς]· |
ἐκ γενετῆς ἐμ’ ἔκλῃζε Διό[σ]κορο[ν]
υἱὸν Ἀχιλλεύς, |
ὃν βαρέως κλαύσας οἰκτρὸν ἔθα-
ψε πατήρ, |
15 [ἱ]ρεὺς ἀρητῆρα· θεοὶ δ’ οὐ πάντα
δύνανται· |
[κ]ᾳὶ π̣[αῖ]δ̣ας [μα]κάρων Μοῖρ̣’ ἐ̣δά-
[μασσ’ ὀλοή(?)].
Search Help
Contact Us