[ ] Eg. — Alexandria [E.] — Nikopolis (Sidi Gaber) — Rom. Imp. period — GVI 2028a
I.1 Ἡρακλείδης ὁ καλὸς κεῖτ’ ἐνθάδε,
ὡς Ὄσειρις ἢ Παφίης ὁ Ἄδωνις,
ἢ Ἐνδυμίων ὁ Σελήνης,
ἢ τῆς Ἀλκμήνης Ἡρακλῆς δωδεκάεθλος πάντως.
5
II.1 σὺ μὲν τέθνηκας καὶ ἐξέτεινας τὰ σκέλη,
ἐμοῦ δὲ πάππου τοῦ γέροντος ἔσπασας.
ἀστὴρ οὐράνιος ὁ ἐπὶ ἀστέρι ἐπανατέλλων
ἐσπάσθη· διὰ τοῦτο θεοὶ ἔκλαυσαν ἅπαντες.
5 πενθεῖ, καὶ μερόπων φῦλ’ ὡς πάλαι τὴν Ἄλκηστιν
κείνην ἐλέσαν ἢ τὴν Ἀδώνιδος τελευτήν.
αὐτὴ δ’ Ἄλκηστις ἀρετὴν ἔσπευσ’ ․․․․․․․․
— — — — — — — — — — — — — — — — — — — — —
III.1 Ἡραΐδος θανούσης
ἐστέναξαν οἱ θεοί. |
εὐψύχει [․․․c.11․․․․].
Ἡραΐς, εὐψυχῖς, φάος [ἡδὺ(?)]
5 τελευτήσασα.
Search Help
Contact Us