[ ]
Eg. — Thebes (Luxor) [E.] — Rom. Imp. period — GVI 1198
1 | ὦ πάτερ, εἴ με ποθεῖς, μετάθου {τῆς} λύπης ἱκετεύω, |
ῥητὸν γὰρ δάνος ἦν τοῦθ’ ὅπερ εἶδα φάος· | |
ἴσθ̣ι δὲ τοῦτο σαφῶς, ὅτι τοῦτο πεπρωμένον ἦν μοι | |
γεννηθέντι, θανεῖν εἴκοσι πρὶν ἐτέων. | |
5 | ἐγγὺς μὲν ναίω Δημητρίου τοῦ φιλαδέλφου, |
νῦν τὸν ἴσον τούτωι χῶρον ἄλυπον ἔχων· | |
ἡ Λήθη δέ μ’ ἔπαυσε σαφῶς χ<αλ>επῶν δὲ μεριμνῶν. | |
σοὶ δὲ παραινετικῶς τοῦτο, πάτερ, προλέγω· | |
δεῖ γὰρ πάντας ὑπὸ φθιμένοις ζωοὺς καταβῆναι· | |
10 | ἠ γοῦν μοι πείθη, καὶ σὺ μέτελθε γόων, |
μητρὶ φίλη<ι> δὲ παραίνει τὸ τὰς λύπας ἀποθέσθαι· | |
ἡγεῖται δὲ βροτῶν πανδαμάτωρ [ὁ Χρ]όνος. | |
τοῦτο δὲ σοι πέμπω παραμύθι[ον ὥς], ὅτι ἀλύπως, | |
ῥητῶς ἔσχα τρυφὴν πρὶν εἰς Ἀ[ίδη]ν μ’ ἀναλῦσαι· | |
15 | ἦχα γὰρ ἀφθονίαν παρὰ σοί, [σπάνι?]ν οὐ μεμάθηκα, |
οὐδέ ποτ’ ἐν βιότωι μόχθον̣ ․․․․․Σ ἔχω. | |
σοὶ δὲ γ[έν]οιτο βιο<ῦ>ν καὶ λο̣[ιπὸν ἔτι(?) π]ροκομίζειν. | |
πῶς δὲ σ’ ἐγὼ πείσω, ΚΑΛΟ— — — — — — — — — — — τελευτᾶν | |
Αἶσα μόνον, ζωῆς ΠΡΙ— — — — — — — — — — — — —ΑΘΕΙΝ. | |
20 | — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — |