[ ] Eg. — Thebes (Luxor) [E.] — Rom. Imp. period — GVI 1198
1 ὦ πάτερ, εἴ με ποθεῖς, μετάθου {τῆς} λύπης ἱκετεύω,
  ῥητὸν γὰρ δάνος ἦν τοῦθ’ ὅπερ εἶδα φάος·
ἴσθ̣ι δὲ τοῦτο σαφῶς, ὅτι τοῦτο πεπρωμένον ἦν μοι
  γεννηθέντι, θανεῖν εἴκοσι πρὶν ἐτέων.
5 ἐγγὺς μὲν ναίω Δημητρίου τοῦ φιλαδέλφου,
  νῦν τὸν ἴσον τούτωι χῶρον ἄλυπον ἔχων·
ἡ Λήθη δέ μ’ ἔπαυσε σαφῶς χ<αλ>επῶν δὲ μεριμνῶν.
  σοὶ δὲ παραινετικῶς τοῦτο, πάτερ, προλέγω·
δεῖ γὰρ πάντας ὑπὸ φθιμένοις ζωοὺς καταβῆναι·
10   ἠ γοῦν μοι πείθη, καὶ σὺ μέτελθε γόων,
μητρὶ φίλη<ι> δὲ παραίνει τὸ τὰς λύπας ἀποθέσθαι·
  ἡγεῖται δὲ βροτῶν πανδαμάτωρ [ὁ Χρ]όνος.
τοῦτο δὲ σοι πέμπω παραμύθι[ον ὥς], ὅτι ἀλύπως,
ῥητῶς ἔσχα τρυφὴν πρὶν εἰς Ἀ[ίδη]ν μ’ ἀναλῦσαι·
15 ἦχα γὰρ ἀφθονίαν παρὰ σοί, [σπάνι?]ν οὐ μεμάθηκα,
  οὐδέ ποτ’ ἐν βιότωι μόχθον̣ ․․․․․Σ ἔχω.
σοὶ δὲ γ[έν]οιτο βιο<ῦ>ν καὶ λο̣[ιπὸν ἔτι(?) π]ροκομίζειν.
πῶς δὲ σ’ ἐγὼ πείσω, ΚΑΛΟ— — — — — — — — — — — τελευτᾶν
  Αἶσα μόνον, ζωῆς ΠΡΙ— — — — — — — — — — — — —ΑΘΕΙΝ.
20 — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —
Search Help
Contact Us