[ ] Eg. — Abydos — (El ‘Araba el-Madfūna) — 1st/2nd c. AD? — GVI 1090; Louvre 93
1 πατρὶς μέν μοί ἐστι Λύκων πόλις· εἰμὶ δ’ Ἀπολλ[ώς(?)],
  ἐν Φαρίηι γαίηι θυμὸν ἀποφθίμενος·
νήπιος ἡρπάσθην δ’ ἑκκαιδεκάτου ἐνιαυτοῦ,
  ἕκτον ἀωροσύνης μῆνα παρερχόμενος.
5 νῦν δ’ Ἀβυδηναίου τὸν Ὀσείριδος ἀμφιπολεύω
  θῶκον καὶ φθιμένων οὐκ ἐπάτησα δόμους.
ἀθανάτων καὶ τέκνα μεμορμένον οἶτ̣ον ἐπέσ[πεν],
  ἀλλ’ οἰκεῖ μακάρων Ἠλύσιον πεδίον·
ἒνθ’ ἅμα παισὶ θεῶν με φ[έρ]ων Κυλλήνιος Ἑρμῆς
10   ἵδρυσε καὶ Λήθης οὐκ ἔπιον λιβάδα.
Search Help
Contact Us