[ ]
Eg. — Abydos — (El ‘Araba el-Madfūna) — 1st/2nd c. AD? — GVI 1090; Louvre 93
1 | πατρὶς μέν μοί ἐστι Λύκων πόλις· εἰμὶ δ’ Ἀπολλ[ώς(?)], |
ἐν Φαρίηι γαίηι θυμὸν ἀποφθίμενος· | |
νήπιος ἡρπάσθην δ’ ἑκκαιδεκάτου ἐνιαυτοῦ, | |
ἕκτον ἀωροσύνης μῆνα παρερχόμενος. | |
5 | νῦν δ’ Ἀβυδηναίου τὸν Ὀσείριδος ἀμφιπολεύω |
θῶκον καὶ φθιμένων οὐκ ἐπάτησα δόμους. | |
ἀθανάτων καὶ τέκνα μεμορμένον οἶτ̣ον ἐπέσ[πεν], | |
ἀλλ’ οἰκεῖ μακάρων Ἠλύσιον πεδίον· | |
ἒνθ’ ἅμα παισὶ θεῶν με φ[έρ]ων Κυλλήνιος Ἑρμῆς | |
10 | ἵδρυσε καὶ Λήθης οὐκ ἔπιον λιβάδα. |