[ ]
Eg. — Abydos — (El ‘Araba el-Madfūna) — 1st/2nd c. AD? — GVI 1090; Louvre 93
| 1 | πατρὶς μέν μοί ἐστι Λύκων πόλις· εἰμὶ δ’ Ἀπολλ[ώς(?)], |
| ἐν Φαρίηι γαίηι θυμὸν ἀποφθίμενος· | |
| νήπιος ἡρπάσθην δ’ ἑκκαιδεκάτου ἐνιαυτοῦ, | |
| ἕκτον ἀωροσύνης μῆνα παρερχόμενος. | |
| 5 | νῦν δ’ Ἀβυδηναίου τὸν Ὀσείριδος ἀμφιπολεύω |
| θῶκον καὶ φθιμένων οὐκ ἐπάτησα δόμους. | |
| ἀθανάτων καὶ τέκνα μεμορμένον οἶτ̣ον ἐπέσ[πεν], | |
| ἀλλ’ οἰκεῖ μακάρων Ἠλύσιον πεδίον· | |
| ἒνθ’ ἅμα παισὶ θεῶν με φ[έρ]ων Κυλλήνιος Ἑρμῆς | |
| 10 | ἵδρυσε καὶ Λήθης οὐκ ἔπιον λιβάδα. |