[ ] Eg. — Alexandria (El Iskandariya)? — 1st/2nd c. AD — GVI 1935
1 — — — — — — — —ΙΩΝ ἴχνος, εἰ θέλεις γ̣νῶναι,
— — — — — — — — — —ΙϹ τῆιδε λαΐνῃ στήληι.
— — — — — — — — — —, χρηστὸς ἐν φθιτοῖς ἀνήρ,
— — — — — — — — — — λ̣έλοιπεν ἡλίου φέγγος·
5 [— — — — — — — — ἐτ]έ̣ων μηδέπω τελειώσας
— — — — — — — — —Α̣Ι δεχοκτό, μοῦνος ἀνθρώπων,
[— — — — πάντας] ἀ̣ρετῆι τοὺς ὁμήλικας προὖχεν,
[— — — — — — — δ]ί̣καιος, θεοσεβής, φιλάνθρωπος.
[— — — — — — — — ἑ]τ̣αίρων τὸν τεὸν μόρον κλαίει,
10 [— — — — — — —]μὲν ὄχλος οἰκετῶν σὲ δακρύει·
[ἐν παν]τ̣ὶ δ’ ἦσθα σεμνός, ὡς δοκεῖν εἶναι
[ἔτ’(?) ὄ]ν̣τα παῖδα τοῖς νοήμασιν πρέσβυν.
[— —]ιον, ποθητὴ μῆτερ, εὔνασον θρῆνον
[π]έ̣νθους τιθηνόν, ὃς μάτην σε πημαίνει.
15 οὐδεὶς γὰρ ἐξήλυξε τὸν μίτον Μοιρῶν,
οὐ θνητός, οὐκ ἀθάνατος, οὐδ’ ὁ δεσμώτης,
οὐδ’ αὖ τύραννος βασιλικὴν λαχὼν τιμήν
θεσμοὺς ἀτρέπτους διαφυγεῖν ποτ’ ᾠήθη·
Φαέθοντα Τιτὰν οὐκ ἔκλαυσ’, ὅτ’ ἐκ δίφρων
20 ἀπ’ οὐρανού κατέπεσεν εἰς πέδον γαίης;
Ἑρμῆς δ’ ὁ Μαίας οὐκ ἔκλαυσ’ ἑὸν παῖδα
Μυρτίλον ἀπὸ δίφρων κύμασιν φορούμενον;
οὐδ’ αὖ Θέτις τὸν στεναρὸν ἔστενεν παῖδα,
ὅτ’ ἐκ βελέμνων θνῆσκε τῶν Ἀπόλλωνος;
25 ὁ δ’ αὖ βροτῶν τε καὶ θεῶν πάντων ἄναξ
Σαρπηδόν’ οὐκ ἔκλαυσεν, οὐκ ἐκώκυσεν;
οὐδ’ αὖ Μακηδὼν ὁ βασιλεὺς Ἀλέξανδρος,
ὃν τίκτεν Ἄμμων θέμενος εἰς ὄφιν μορφήν;
Search Help
Contact Us