[ ]
Eg. — Alexandria (El Iskandariya)? — 1st/2nd c. AD — GVI 1935
1 | — — — — — — — —ΙΩΝ ἴχνος, εἰ θέλεις γ̣νῶναι, |
— — — — — — — — — —ΙϹ τῆιδε λαΐνῃ στήληι. | |
— — — — — — — — — —, χρηστὸς ἐν φθιτοῖς ἀνήρ, | |
— — — — — — — — — — λ̣έλοιπεν ἡλίου φέγγος· | |
5 | [— — — — — — — — ἐτ]έ̣ων μηδέπω τελειώσας |
— — — — — — — — —Α̣Ι δεχοκτό, μοῦνος ἀνθρώπων, | |
[— — — — πάντας] ἀ̣ρετῆι τοὺς ὁμήλικας προὖχεν, | |
[— — — — — — — δ]ί̣καιος, θεοσεβής, φιλάνθρωπος. | |
[— — — — — — — — ἑ]τ̣αίρων τὸν τεὸν μόρον κλαίει, | |
10 | [— — — — — — —]μὲν ὄχλος οἰκετῶν σὲ δακρύει· |
[ἐν παν]τ̣ὶ δ’ ἦσθα σεμνός, ὡς δοκεῖν εἶναι | |
[ἔτ’(?) ὄ]ν̣τα παῖδα τοῖς νοήμασιν πρέσβυν. | |
[— —]ιον, ποθητὴ μῆτερ, εὔνασον θρῆνον | |
[π]έ̣νθους τιθηνόν, ὃς μάτην σε πημαίνει. | |
15 | οὐδεὶς γὰρ ἐξήλυξε τὸν μίτον Μοιρῶν, |
οὐ θνητός, οὐκ ἀθάνατος, οὐδ’ ὁ δεσμώτης, | |
οὐδ’ αὖ τύραννος βασιλικὴν λαχὼν τιμήν | |
θεσμοὺς ἀτρέπτους διαφυγεῖν ποτ’ ᾠήθη· | |
Φαέθοντα Τιτὰν οὐκ ἔκλαυσ’, ὅτ’ ἐκ δίφρων | |
20 | ἀπ’ οὐρανού κατέπεσεν εἰς πέδον γαίης; |
Ἑρμῆς δ’ ὁ Μαίας οὐκ ἔκλαυσ’ ἑὸν παῖδα | |
Μυρτίλον ἀπὸ δίφρων κύμασιν φορούμενον; | |
οὐδ’ αὖ Θέτις τὸν στεναρὸν ἔστενεν παῖδα, | |
ὅτ’ ἐκ βελέμνων θνῆσκε τῶν Ἀπόλλωνος; | |
25 | ὁ δ’ αὖ βροτῶν τε καὶ θεῶν πάντων ἄναξ |
Σαρπηδόν’ οὐκ ἔκλαυσεν, οὐκ ἐκώκυσεν; | |
οὐδ’ αὖ Μακηδὼν ὁ βασιλεὺς Ἀλέξανδρος, | |
ὃν τίκτεν Ἄμμων θέμενος εἰς ὄφιν μορφήν; |