[ ] Eg. — Memphis (Mit Riheina) — Saqqāra — 1st/2nd c. AD — GVI 1843
1 στῆθι φίλον παρὰ τύμβον, ὁδοιπόρε. —— τίς με κελεύει; ——
  φρουρὸς ἐγώ σε λέων. —— αὐτὸς ὁ λαΐνεος; ——
αὐτός. —— φωνήεις πόθεν ἔπλεο; —— δαίμονος αὐδῆι
@@A)NDRO\S U(POXQONI/OU. __ TI/S GA\R O(/D' E)STI\N A)NH\R
5 ἀθανάτοισι θεοῖσι τετιμένος, ὥστε δύνασθαι
  καὶ φωνὴν τεύχειν ὧδε λίθωι βροτέην; ——
Ἡρᾶς Μεμφίτης οὗτος, φίλε, κύδιμος ἥρως,
  ὁ σθεναρός, πολλοῖς ἔξοχος, εὐρυβίης,
γνώριμος ἐνδαπίοισι καὶ ἀνδράσι τηλεδαποῖσιν
10   εἵνεκ’ εὐφροσύνης, εἵνεκεν ἀγλαΐης,
ὠκύμορος, τὸν ἔκλαυσε πόλις, τὸν ἔθαψαν ἑταῖροι·
  ἦ γὰρ ἔην πάτρης ἄνθος εὐστεφάνου. ——
δακρύω, μὰ σέ, δαῖμον, ἐπεὶ κλύον, ὅσσ’ ἀγορεύει
  θὴρ ὅδε. —— μὴ πηοῖς, ὦ ξένε, δακρυχέοις. ——
15 ἔλθοι ἐς αἰῶνα κλυτὸν οὔνομα. —— καὶ σὲ φυλάξει
  δαίμων καὶ σώσει πάντα Τύχη βίοτον.
Search Help
Contact Us