[ ]
Eg. — Memphis (Mit Riheina) — Saqqāra — 1st/2nd c. AD — GVI 1843
1 | στῆθι φίλον παρὰ τύμβον, ὁδοιπόρε. —— τίς με κελεύει; —— |
φρουρὸς ἐγώ σε λέων. —— αὐτὸς ὁ λαΐνεος; —— | |
αὐτός. —— φωνήεις πόθεν ἔπλεο; —— δαίμονος αὐδῆι | |
ἀνδρὸς ὑποχθονίου. —— τίς γὰρ ὅδ’ ἐστὶν ἀνὴρ | |
5 | ἀθανάτοισι θεοῖσι τετιμένος, ὥστε δύνασθαι |
καὶ φωνὴν τεύχειν ὧδε λίθωι βροτέην; —— | |
Ἡρᾶς Μεμφίτης οὗτος, φίλε, κύδιμος ἥρως, | |
ὁ σθεναρός, πολλοῖς ἔξοχος, εὐρυβίης, | |
γνώριμος ἐνδαπίοισι καὶ ἀνδράσι τηλεδαποῖσιν | |
10 | εἵνεκ’ εὐφροσύνης, εἵνεκεν ἀγλαΐης, |
ὠκύμορος, τὸν ἔκλαυσε πόλις, τὸν ἔθαψαν ἑταῖροι· | |
ἦ γὰρ ἔην πάτρης ἄνθος εὐστεφάνου. —— | |
δακρύω, μὰ σέ, δαῖμον, ἐπεὶ κλύον, ὅσσ’ ἀγορεύει | |
θὴρ ὅδε. —— μὴ πηοῖς, ὦ ξένε, δακρυχέοις. —— | |
15 | ἔλθοι ἐς αἰῶνα κλυτὸν οὔνομα. —— καὶ σὲ φυλάξει |
δαίμων καὶ σώσει πάντα Τύχη βίοτον. |