[ ]
Eg. — Naukratis (Kōm Giéif) — 2nd/3rd c. AD — GVI 1823
1 | οὐχὶ κρόκωι παστός σε διάβροχος, οὐδὲ νυ πεῦ̣κ̣α[ι] |
ἄγαγον ἐς νύμφας ἱμερόπνουν θάλαμον, | |
κοῦρε μεγαινήτου Χαιρήμονος, Ἡρακλήδη, | |
ἀ̣λλὰ σε πρὸς Λάθας ἁνιόχησαν ἕδος. | |
5 | στέρ̣να μετ’ οἰμωγᾶς δὲ τάφου πέλας αἴν’ ἐ̣[τ]ύ̣πη̣σ̣εν |
ἐπλατάγησέ τ’ ἑὰ γηρόκομος γενέτας, | |
π[ᾶ]σὰ τε σὸν στενάχησε πόλις βαρυκαδέα πότμον· | |
καὶ σε μέγ’ Ἑρμείας μύρατ’ ἄναξ ἀ̣[π]ά[γω]ν(?), | |
[ῥύ]σασθαι λ̣ώβ̣ας δ’ οὐκ ἔσθενεν· [ο]ὐδὲ γὰρ̣ αὐ̣[τὸς] | |
10 | νερτέριον Μοιρῶν νόσφι λέλογχε πάτ̣ον. |