[ ]
Eg. — Naukratis (Kōm Giéif)? — 2nd/1st c. BC — GVI 994
1 | ὁ πρὶν ἐνὶ πτολέμοι<σι> φανεὶς φιλοδήιος ἀνὴρ |
στυγνά τ’ ἐπ’ ἀντιπάλοις δούρατ’ ἐρεισάμενος, | |
κέκλιμαι εὐσεβέων λειμώνια νῦν ὑπὸ βένθη, | |
δάκρυα πικρὰ λιπὼν πατρὶ ποθεινοτάτῳ, | |
5 | ἠδέ γ’ ὁμογνήτοι<σι>· Φιλωνίδου εἰμὶ δὲ κοῦρος, |
οὔνομα ταὐτὸν ἔχων· ἁ δέ με γειναμένα | |
αὐτὰ καὶ δέχεται τόδ’ ὑπ’ ἠρίον· οὔνεχ’, ὁδῖτα, | |
χαῖρε καὶ ἀκλαύτου τέρμαθ’ ἵκοιο βίου. |