[ ] Eg. — Alexandria [W.] — El Wardyān Necr. — 2nd/1st c. BC — SEG 15.853
1 χρὴ μέν σε προλιπόντα καλὸν φάος ἠελίοιο
  καὶ γ̣ρ̣αφίδος τέχνας οὐ τελέσαντα γέρας
στέργειν δακρύσαντας ἐπ’ ἤματι τῶιδε, φέρ<ι>στε,
  ὧι σε πικρὸς Μοιρῶν ἐσφετέριξε μίτος.
5 ἄρτι γὰρ ἐς πέμ[π]τον σε καὶ <ἰ>κοστὸν λυκάβαντα
  ἱσταμένη βιοτᾶς ἅρπασε βασκανίη
οἴκων ἐξ ἰδί[ων], Ἀμμώνιε, συγγενέσιν μὲν
  οἰκτρότατον [λύ]πας ἀμφιβα[λ]οῦσα γόον,
σοὶ δὲ κλέος με[γ]ακυδὲς ἐπήρατο· πατρίδα σῴζων
10   κάτθα[ν]ες, ἀντιπάλων ἀντίος ἱστάμενος,
καὶ δορὸ[ς] οὐκ ᾔσχυνας ἀριζάλοιο τίναγμα,
  ψυχὰν δὲ στρατιᾶς ἄμμιγα συγκατέθου·
τοὔνεκά σ’ ἡρώεσσι τετιμένον, οὐχὶ θανόντα
  κεκλόμεθ’ ἀλλὰ θεοῖς ἶσα καταχθονίοις
15 ἁγνοτάταις <σ>πονδαῖσι ποθινοτάταισί τε λοιβαῖς
  κλῄζομεν, ἀρχαίοις ὡς πάρος ἐστίν ἔθος·
πᾶσι δ’ ἀίμνηστος γίνοι φίλος· ἀγχόθι δή σου
  λήθη παρμίμνοι χῶρον ἀν’ εὐσεβέων.
Search Help