[ ]
Eg. — Alexandria [W.] — El Wardyān Necr. — 2nd/1st c. BC — SEG 15.853
1 | χρὴ μέν σε προλιπόντα καλὸν φάος ἠελίοιο |
καὶ γ̣ρ̣αφίδος τέχνας οὐ τελέσαντα γέρας | |
στέργειν δακρύσαντας ἐπ’ ἤματι τῶιδε, φέρ<ι>στε, | |
ὧι σε πικρὸς Μοιρῶν ἐσφετέριξε μίτος. | |
5 | ἄρτι γὰρ ἐς πέμ[π]τον σε καὶ <ἰ>κοστὸν λυκάβαντα |
ἱσταμένη βιοτᾶς ἅρπασε βασκανίη | |
οἴκων ἐξ ἰδί[ων], Ἀμμώνιε, συγγενέσιν μὲν | |
οἰκτρότατον [λύ]πας ἀμφιβα[λ]οῦσα γόον, | |
σοὶ δὲ κλέος με[γ]ακυδὲς ἐπήρατο· πατρίδα σῴζων | |
10 | κάτθα[ν]ες, ἀντιπάλων ἀντίος ἱστάμενος, |
καὶ δορὸ[ς] οὐκ ᾔσχυνας ἀριζάλοιο τίναγμα, | |
ψυχὰν δὲ στρατιᾶς ἄμμιγα συγκατέθου· | |
τοὔνεκά σ’ ἡρώεσσι τετιμένον, οὐχὶ θανόντα | |
κεκλόμεθ’ ἀλλὰ θεοῖς ἶσα καταχθονίοις | |
15 | ἁγνοτάταις <σ>πονδαῖσι ποθινοτάταισί τε λοιβαῖς |
κλῄζομεν, ἀρχαίοις ὡς πάρος ἐστίν ἔθος· | |
πᾶσι δ’ ἀίμνηστος γίνοι φίλος· ἀγχόθι δή σου | |
λήθη παρμίμνοι χῶρον ἀν’ εὐσεβέων. |