[ ] Eg. — Alexandria (El Iskandariya) — 3rd/2nd c. BC — GVI 1620
1 ὁ τύμβος οὐκ ἄσαμος, ἁ δέ τοι πέτρος
τὸν κατθανόντα σημανεῖ τίς καὶ τίνος
ἐς Ἀίδαν βέβακεν· ἀλλά μοι σχάσας
τὸ νεκρα<γ>ωγόν, ὦ φίλ’, ἐν πέδωι γόνυ
5 κολαπτὸν ἄθρει γράμμα διπτύχοις κόραις·
πατὴρ μὲν Εἰρηναῖος, ἁ δέ τοι πατρὶς
Μέμφις, τὸ δ’ οὔνομ’ ἀγορεύετ’ ἐκ βρέφους
․․․Ι#⁷ΟΣ̣, ὧ̣ι̣ τ̣ὸ̣ φαῦλον οὐ συνείπετο·
— — — — — — — τὰν μοῖραν, ὡς ἐπέδραμε.
Search Help