[ ]
Eg. — Alexandria [W.] — El Gabbari Necr. — 3rd/2nd c. BC — GVI 1827
1 | οὐκέτι δὴ μάτηρ σε, Φιλόξενε, δέξατο χερσίν, |
σὰν ἐρατὰν χρονίως ἀμφιβαλοῦσα δέρην, | |
οὐδὲ μετ’ ἀιθέων ἀν’ ἀγάκλυτον ἤλυθες ἄστυ | |
γυμνασίου σκιερῶι γηθόσυνος δαπέδωι. | |
5 | ἀλλά σου ὀστέα πηγὰ πατὴρ θέτο τεῖδε κομίσσας, |
Καῦνος ἐπεὶ μαλερῶι σάρκας ἔδ<α>υσε πυρί. |