[ ] Eg. — Alexandria [W.] — El Mex — 3rd c. AD? — GVI 1556
1 γράμματα καὶ στήλην
κεχαπαγμένα σῆς ἀρετῇσι |
ἠσέλιπες, μακάρων
ἰς χθόν’ ἀνερχομένη· |
5 ἀλλ’ εὐψύχι, Σεραπιάς,
ἀπὸ σῶν γε τέκνων
ὡς εὔχου τεθεῖσα· |
σὲν γὰρ ἀνὴρ προέπεμψε
καὶ ἁδελφοὶ σου συνόμαιμοι· |
10 σοὶ χάριτας δὲ ἔχομεν,
ἐπεὶ βίον ἡδὺν ἔδικας· |
ἀλλ’ ἄγε συντήρει ὃν πέπλεχες
στέφανον· |
σοὶ δὲ Ὀσείριδος ἁγνὸν ὕδωρ
15 Εἶσις χαρίσαιτο.
Search Help
Contact Us