[ ] Eg. — Alexandria & Cairo Mus. — Rom. Imp. period — GVI 784
a.1       ἐνθάδε τὴν ἀρετῆς πινυ-
τὴν κατὰ γαῖα καλύπτει | πρέμ<ν>ον,
τὴν ἄλοχον, σεμνὸν θάλος, ἔξοχον
 ἄλλων, | Ἰουλιανήν, τὴν μοῖρα φέ-
5   ρει Κρήτης ἀπὸ γαίης, | εἴκοσι
   πέντε ἔτη ζήσασα, ἴσον
    χρόνον ὡς ἐτέτακτο. |
     λοιπὸν νῦν, παροδεῖ-
      τα, φίλον γενέτ[ην]
10       <δ>ὲ ἐλέερε, | ὡς ε[ἰ]-
        δὼς ὅτι πᾶσι βρο-
         τοῖς τὸ θανεῖν
          ἀπόκειται. |
           Παντομ-
15             ατρική.
b.1 εἰμὶ δὲ τῆς
Κρήτης Παν-
τοματρείου
Εἰουλιανή.
Search Help
Contact Us