[ ] Eg. — Alexandria (El Iskandariya) — Rom. Imp. period — GVI 1875
1        Θέρμιν χρηστὴ, χαῖρε.
χθονίων ἔνερθε δαιμόνων ἀνάκτορες
σ̣εμνή τε Φερσέ̣φασσα, Δήμητρος κόρη,
δέχεσθε τὴν ναυαγὸν ἀθλίαν ξένην,
5 πατρὸς γεγῶσαν Λυσανί̣ου Θέρμιν ἐμέ,
ἐσθλὴν δ’ ἄκοιτιν Σιμάλου ξυνάορον.
εἴ τις δ’ ἐμοῖς σπλανχνοῖσιν ἢ βίῳ ποτὲ
οἰκτρὰς Ἐρινῦς φαρμάκων ἐπήγαγεν,
μὴ πώποτ’ ἄλλην μοῖραν, ἄφθιτοι θεοί,
10 πέμψηθ’ ὁμοίαν θ’ ἣν ἐγὼ κεκτημένη.
ἔνερθε ναίω, τριπτύχους μῆνας φθίσι,
βιότου λιποῦσα καρπόν, ὃν γῆ πανκράτ̣ωρ
βροτοῖς δίδωσι, τοῦδ’ ἀπεστερημέ[ν]
τέκνων τε, ἄνακτες, κἀνδρὸς οὗ ψυχὴ [μ]ία
15 ὑπῆρχέ μοι σὺν ἀνδρὶ καὶ βίος γλυκύς.
τούτων ἁπάντων ἀθλία λελησμένη
ἀρὰς τίθημι, τοῖα ἔχουσα πήματα,
αὐτοῖσι καὶ τέκεσι παρρίζους μολῖν
"Ἅδου μέγαν κευ[θ]μῶνα καὶ σκ<τ>ότου {²⁶σκότου}²⁶ πύλας,
20 τέκνων δ’ ἐμῶν ἄθραυστον ὄλβιον βίον
πάν̣των ἱκέσθαι κἀνδρὸς ἰς γήρως χρόνον,
εἴ γ’ ἐστ’ ἐν Ἅδου βαιὸς εὐχωλῆς λόγος,
ἀρὰς τελήας οἷς ἐπεύχομαι τελῖν.
—— μουσῶν ἀοιδήν συνβιώσεως σέθεν
25 τερπνήν τε καὶ λυπηρὸν ἔνπαλιν διδούς,
Θέρμιν, ἐμὴ ξύνευνε, τοῖαδ’ ἐννέπω·
θρέψω δ’ ὅσους ἔφυσας ἐξ ἐμοῦ γόνους
τῆς πρός σε φιλίας ἀξίως, ξυνάορε.
Λυσᾶν τε τὸν πρὶν τοῖς ἐμοῖς ὁμόρροπον (ἔτους) ζʹ, Παϋνὶ κϛʹ
30 παισὶν συνέξω, σὴν χάριν ταύτην τ̣ιθίς,
ἄμενπτον ἐν βίῳ γὰρ ἔσχηκας τρόπον.
Search Help
Contact Us