[ ]
Eg. — Alexandria (El Iskandariya) — Rom. Imp. period — GVI 1875
1 | Θέρμιν χρηστὴ, χαῖρε. |
χθονίων ἔνερθε δαιμόνων ἀνάκτορες | |
σ̣εμνή τε Φερσέ̣φασσα, Δήμητρος κόρη, | |
δέχεσθε τὴν ναυαγὸν ἀθλίαν ξένην, | |
5 | πατρὸς γεγῶσαν Λυσανί̣ου Θέρμιν ἐμέ, |
ἐσθλὴν δ’ ἄκοιτιν Σιμάλου ξυνάορον. | |
εἴ τις δ’ ἐμοῖς σπλανχνοῖσιν ἢ βίῳ ποτὲ | |
οἰκτρὰς Ἐρινῦς φαρμάκων ἐπήγαγεν, | |
μὴ πώποτ’ ἄλλην μοῖραν, ἄφθιτοι θεοί, | |
10 | πέμψηθ’ ὁμοίαν θ’ ἣν ἐγὼ κεκτημένη. |
ἔνερθε ναίω, τριπτύχους μῆνας φθίσι, | |
βιότου λιποῦσα καρπόν, ὃν γῆ πανκράτ̣ωρ | |
βροτοῖς δίδωσι, τοῦδ’ ἀπεστερημέ[ν]ῃ | |
τέκνων τε, ἄνακτες, κἀνδρὸς οὗ ψυχὴ [μ]ία | |
15 | ὑπῆρχέ μοι σὺν ἀνδρὶ καὶ βίος γλυκύς. |
τούτων ἁπάντων ἀθλία λελησμένη | |
ἀρὰς τίθημι, τοῖα ἔχουσα πήματα, | |
αὐτοῖσι καὶ τέκεσι παρρίζους μολῖν | |
"Ἅδου μέγαν κευ[θ]μῶνα καὶ σκ<τ>ότου {²⁶σκότου}²⁶ πύλας, | |
20 | τέκνων δ’ ἐμῶν ἄθραυστον ὄλβιον βίον |
πάν̣των ἱκέσθαι κἀνδρὸς ἰς γήρως χρόνον, | |
εἴ γ’ ἐστ’ ἐν Ἅδου βαιὸς εὐχωλῆς λόγος, | |
ἀρὰς τελήας οἷς ἐπεύχομαι τελῖν. | |
—— μουσῶν ἀοιδήν συνβιώσεως σέθεν | |
25 | τερπνήν τε καὶ λυπηρὸν ἔνπαλιν διδούς, |
Θέρμιν, ἐμὴ ξύνευνε, τοῖαδ’ ἐννέπω· | |
θρέψω δ’ ὅσους ἔφυσας ἐξ ἐμοῦ γόνους | |
τῆς πρός σε φιλίας ἀξίως, ξυνάορε. | |
Λυσᾶν τε τὸν πρὶν τοῖς ἐμοῖς ὁμόρροπον (ἔτους) ζʹ, Παϋνὶ κϛʹ | |
30 | παισὶν συνέξω, σὴν χάριν ταύτην τ̣ιθίς, |
ἄμενπτον ἐν βίῳ γὰρ ἔσχηκας τρόπον. |