[ ] Eg. — Leontopolis [Hel.] (Tell el-Yahūdīya) — 5 BC? — GVI 643; CIJud. 2.1510
1 Ἀρσινόης τάφος οὗτος,
ὁδοίπορε· κλαῦσον ἐπιστά-
ς | τὴν κατὰ πάντα ἀτυχῆν, δ-
ύσμορον, αἰνόμορον. | ὀρφανικὴ λεί-
5 φθην γὰρ ἐγὼι {²⁶ἐγὼ}²⁶ μεικρ̣ά περ ἐοῦσα |
μηιτρός {²⁶μητρός}²⁶· ἐπεὶ δὲ μ’ ἀκμῆς ἄνθος ἐν-
υμφοκόμει, | ἔζευξέν με Φαβεῖτι πα-
τήρ, ὠδεῖνι δὲ Μοῖρα | πρωτοτόκου
με τέκνου πρὸς τέλος ἦγε βίου. | καὶ
10 μεικρὸν μὲν ἐγώι {²⁶ἐγώ}²⁶ τ’ ἔλαχον κύκ-
λον, ἀλλὰ χάρις μοι | πλείστηι {²⁶πλείστη}²⁶ ἐπέν-
θηισεν καλλοσύνηι {²⁶καλλοσύνη}²⁶ πραπίδων. | κα-
ὶ τάφος ἐν κόλποις κρύπτει τὸ
ἐμὸν δέμας οὗτος | ἁγνοτρα-
15 φές, ψυχὴ δ’ εἰς ὁσίους ἕπετε. |
Ἀρσινόης ἐπικήδειος·
(ἔτους) κεʹ, Μεχεὶρ βʹ.
Search Help
Contact Us