[ ]
Eg. — Apollonopolis Magna (Idfu) — Hassaia — late Ptolemaic period — GVI 1990
1 | εὐμοίρῳ τόδε μητρὶ Μέλας ἐπέχευα τὸ σῆμα, |
ἡ δ’ ἱεροὺς χώρους οἴχεται εὐσεβέων. | |
—— ἐνθάδε μέν μοι τύμβον ἐπ’ οὐλοὰ κωκύσαντες | |
ἡμέτερος γαμέτη̣ς [κ]αὶ πάϊς ἀμφέχ<ε>αν. | |
5 | ξεῖνε, σὺ δ’ ὃς παρὰ τόνδε φέρ<ε>ις πόδας ἠρέμα χῶρον, |
ἀμφ’ ἐμέο κραδίην <σ>τέλλεο γηθόσυνος· | |
καὶ γὰρ ἐνὶ φθιμ<έ>νοισι θ<ε>ουδείης γέ<ρ>ας ἔσχον, | |
ἡμιθέων ἀλόχων κῦδος ἐνεγκαμένη· | |
πέμψαν δ’ ἀθάνατοί με θεοὶ μακάρων ἐβὶ νήσους | |
10 | εὐδέν̣[δ]ρ̣ου θ’ ἱερὰς Ἠλυσίοιο γ[ύ]ας. |