[ ]
Eg. — Apollonopolis Magna (Idfu) — Hassaia — late Ptolemaic period — GVI 1150
1 | Εὐαγόρου κούρην συνγνούς, ξένε, τῶιδ’ ὑπὸ τύμβῳ |
στεῖχε σὺν εὐτυχίηι τῆσδε δι’ ἀτραπιτοῦ | |
Βάχθεος ἐν σκοπέλοισιν ὀρηάδος, ᾗ με λαχοῦσα | |
θάλπει Φερσεφόνης ἥιδ’ ἱερὰ κλισία | |
5 | καὶ κλέος ἀείμνηστον ἐπιχθονίοισιν ἔχουσαν, |
γνωστὸν ὅσοι πάτραν τήνδ’ ἐπέβησαν ἐμήν. | |
οὔνομὰ μοι ’στ’, ὦ ξεῖν’, Ἀφροδισία, ἣν Πτολεμαῖος | |
γῆμεν ὁ καὶ βουλᾶι καὶ δορὶ θαρσαλέος | |
καὶ στρατιᾶι Φοίβου δικνὺς σέλας αἰὲν ἄμωμον | |
10 | συγγενικῆς τε φορῶν δόξαν ἰσουρανίαν. |
ὧι γενόμην εὔνους βίοτον διάγουσ’ ἅμα κοινῆι | |
καὶ γενέσει τέκνων, ἣν λίπον ἐν προκοπαῖς· | |
ὧν μ’ ἀ<π>εχώρισ’ ὁ πά<ντ>’ ἐφορῶν Χρόνος, ἠδὲ σὺν αὐτῷ | |
Μοῖραι κλωστείρων νῆσαν ἀπ’ ἀθανάτων· | |
15 | τοῦ χάριν ἡ τλήμων κατοδύρομαι εἰν Ἀίδαο, |
παντοίων χαρίτων κάλλος ἐνεγκαμένηι· | |
καὶ με συνάορον οὖσαν ἐμὸς πόσις ἐκτερέιξεν, | |
προφρονέως δικνὺς εὔνοιαν, ἣν ἔχε μοι· | |
ὦ καλὸν εἰς ἄλοχον θέμενος χρέος, ὦ καλὰ θυμῶι | |
20 | ῥέξας καὶ ζώσηι κα<ὶ> παρὰ Φερσεφόνηι. |
ταῦτα μαθὼν χαίροντι νόωι παράμειβε κέλευθον, | |
ξεῖνε, σὺν εὐτυχίηι πρός γ’ ἔτι καὶ σὰ τέκνα· | |
καὶ λέγ’ ἐμὲ κτερίσασι· "μένοιτ’ ἐπὶ γῆς ἀμάραντοι, | |
ὅσσον ἐγὼ ναίωι δώματα Φερσεφόνης". | |
25 | Ἀφροδισία χρηστή, χαῖρε. |
Ἡρώδης ἔγραψεν. |