[ ] Eg. — Alexandria Mkt. — 2nd c. AD — GVI 1312
1 εἰ καὶ βουκόλοι ἄνδρες
ὁδὸν διαμείβετε τήνδε, |
καὶ ποίμνας οἴων
φέρβετε μηλονόμοι, |
5 ἀλλὰ σύ, Μουσείοις καμ[άτο]ις
τεθραμμέν’ ὁδῖτα, |
ἴσχε καὶ αὐδήσας
σῆμ’ Ἀλίνης ἄπιθι. |
χαῖρ’ εἰπὼν δὶς [δ’ α]ὐτὸς
10 ἔχοις τόδε· τέκνα δὲ λείπω |
τρίζυγα καὶ ποθέοντα
ἄνδρα λέλοιπα δόμοις.
Search Help
Contact Us