[ ] Eg. — Herakleopolis Magna — (Ihnasya el-Medīna) — Ptolemaic period — GVI 1873
1 ἀστὴν Ναυκράτεως Μενελάου πατρός, ὁδῖτα,
  ξείνην εὔξεινος χθὼν ἔχει Ἡρακλέους,
ὠμοτόκοις ὠδῖσι πανυστατίοιο λοχείης
  δμηθεῖσαν, Μοιρέων νήμασιν οἰκτροτάτοις,
5 εἴκοσι καὶ τρὶς πέντ’ ἐτέων· χείρεσσι δ’ ὅμευνος
  Ἀρμόδιος κτερίσας τῶιδ’ ἐπέκρυψε τάφωι,
Ἀρσινόην Μάτρωνα, Θεμιστὼ τέκνα λιποῦσαν,
  οἷς εἴη λιπαροῦ γήραος ἄχρι μολεῖν.
ἀλλὰ σὺ "χρηστή, χαῖρ’, Ἀμμωνία" ὡς ἔθος, εἰπών
10   σώιζου τὸν σαυτοῦ πρὸς δόμον ἀβλαβέως.
                     ἄλλο.
πάτρης καὶ γονέων σ’ οὑμὸς πόθος ἠλλοτρίωσεν.
  σοῦ δ’ ἐμὲ τῆς μελέης ἐστέρεσεν θάνατος,
πένθος ἐμοῖσι δόμοις καὶ δάκρυα λυγρὰ λιπούσ<ης>
15   τέκνων τ’ ὀρφανικῶν νήπιον ἡλικίην.
λυπρὸν ἀεὶ βιοτᾶς, Ἀμμωνὶα, ἐστὶ τὸ λοιπὸν
  Ἁρμοδίωι· τὶ δ’ ἐγὼ σοῦ δίχα φῶς ἔθ’ ὁρῶ;
                     ἄλλο.
λῆξον στερνοτύποιο γόου, παῦσαί με δακρύων,
20   ὦ πόσι· μὴ κωφῶι τύμβῳ ἐπιστενάχει.
σῶν ψαῦσαι λεχέων Ἀμμωνίαι οὐκέτ’ ἐφικτόν,
  Ἁρμόδιε, στυγερὸς γάρ με κέκευθ’ Αἴδης·
οἰκία μοι νεκύων· ἀνεπίστροφα πρὸς φάος Ἠοῦς.
  ταῦτα· μάτην λυπροῖς πένθεσιν ἐνδέδεσαι
25 στέργε τὰ μέχρι τέλους μοίρης, δόσιν οὔ τινι φυκτὸν
  ἀνθρώπων· πᾶσιν δ’ ἥδ’ ὑπόκειται ὁδός.
          Ἀμμωνία, χρηστή, χαῖρε.
          (ἔτους) γʹ, Ἐπεὶφ ιαʹ.
Search Help