[ ] Eg. — Memphis (Mit Riheina) — Saqqāra — 3rd c. BC — SEG 15.876 — Add. ad p. 161
1 ἔσχατον ὠδίνων βάρος, Ἡδύλη, εἶδες ἐκεῖνο,
  τὴν πικρὴν τέκνου κῆρ[α λο]χευσαμένη.
Ἅιδης γάρ σε ἄστοργος ἐχώρισε κα<ὶ> ξυνομεύνου
  καὶ μητρός, στυγνὴ δ’ εἰς Ἀχέροντ’ ἔμολες,
5 ἐν δεκάσιν τρισσαῖς ἐτέων καὶ πέντ’ ἐνιαυτοῖς
  τέρμα βίου μοίρηι στυγνὸν ἐνεγκαμένη·
πλὴν εἰ μή σε ταφα̣ὶ πάτρης Π̣ι̣[σ]ί̣[δ]ισσαν ἔχουσι,
  ἡ Δανάου δ’ ἱερὴ Μέμφις ἔκρυψε κόνει·
ἀλλ’ οὖγ γ’ εὐσ[ε]βέων ναίεις μέτα, πατρὶ σύνοικος
10   Διογένει, τὸν καὶ ζῶσα πάροιθ’ ἐπόθεις.
Αἰακὲ καὶ Μίνως, τήνδ’ εἰς πόσιν εὐνέτιν ἐσθλήν,
  Κλειογένη, χὐμεῖς μώμου ἔχοιτε δίχα.
Search Help
Contact Us