[ ]
Eg. — Alexandria [E.]: Hadra Necr. — 3rd c. BC — GVI 866
1 | Ἄρχωνος Νικὼ νομίμη δάμαρ· |
ἀλλὰ κομίζει | Ἅιδης, οὐ κακίην | |
οὐδ’ ἀρετὴν ἐτάσας· | τὴν πινυτὴν | |
δ’ αὐτὸς καὶ ἀμεμφέα τεῖδε θανοῦσαν | | |
5 | εὐνέτιν οἰκείαις χερσὶν ἔθηκε πόσις, | |
Κρῆσσαν Ἀριστοκράτους κούρην· | | |
τὸ δὲ διπλόον ἄλγος, | | |
πρὶν τέκνα τὴν ὁσίην ἐσθλὰ | |
γυναῖκα τεκεῖν. | ἀλλ’ ἐπὶ λώιονι μὲν | |
10 | μοίρηι νύμφην τις ἄγοιτο | |
τοιαύτηνδε, σαοῦν οἶκον ἐπισταμένην. |