[ ] Eg. — Alexandria [E.]: Hadra Necr. — 3rd c. BC — GVI 866
1 Ἄρχωνος Νικὼ νομίμη δάμαρ·
ἀλλὰ κομίζει | Ἅιδης, οὐ κακίην
οὐδ’ ἀρετὴν ἐτάσας· | τὴν πινυτὴν
δ’ αὐτὸς καὶ ἀμεμφέα τεῖδε θανοῦσαν |
5 εὐνέτιν οἰκείαις χερσὶν ἔθηκε πόσις, |
Κρῆσσαν Ἀριστοκράτους κούρην· |
τὸ δὲ διπλόον ἄλγος, |
πρὶν τέκνα τὴν ὁσίην ἐσθλὰ
γυναῖκα τεκεῖν. | ἀλλ’ ἐπὶ λώιονι μὲν
10 μοίρηι νύμφην τις ἄγοιτο |
τοιαύτηνδε, σαοῦν οἶκον ἐπισταμένην.
Search Help
Contact Us