[ ] Eg. — Memphis (Mit Riheina) — Saqqāra — 3rd/4th c. AD — GVI 1887
1 μητρὶ δέμας γαίῃ προλιπὼν θεοΐκελος ἀνήρ,
πάτρης ἐν ζαθέοις ὄρεσιν τυκτῷ ὑπὸ τύμβῳ,
οὐλόμενον γῆρας προφυγὼν μεσάτῃ ἐνὶ ἥβῃ
αἰθερίας ἁψῖδος ἔβη μακάρων μεθ’ ὅμειλον,
5 πάτρην κυδήνας γέρασιν στεφάνοισί τε πολλ[οῖς],
οὓς ἀναδησάμενος πρῶτος παρέδωκε τέκεσσι.
τίς δ’ ὅδ’ ἀνήρ; φήσει τις ὁδειτάων παριόντων·
τίς μάκαρ οὕτως ἐστί, τίς ὄλβιος, ὅν τε σὺ κεύθεις;
τόνδε ἐγὼ σειγῇ τε καὶ οὐ λαλέουσα διδάξω·
10 Ὡριγένους ἔρνος γλυκερόν, Κάσιος μυροπώλης.
                    εὐψύχι.
Search Help
Contact Us