[ ] Eg. — Hermoupolis Magna (El Ashmūnein) — 3rd c. AD — GVI 1846
1 Ἁρπάλου εἰμὶ τάφος. —— τίνος Ἁρπάλου; —— Ἅρπαλον ἴσθι
  δαιδαλέης σοφίης τὸν πολυτεχνότατον. ——
ἔγνων, ὦ Μοῖραι· πολυμήχανος ὤλετο τέχνη·
τίς τούτῳ ζώντων ἄλλος ὅμοιος ἀνήρ;
5 —— οὗτος ὁ κοσμήσας περιμή<κ>εα τείχεα νηῶν,
  στήσας αἰθούσσαις κίονας ὑψορόφους,
πολλάκι καὶ κορυφὰς ὀρέων ἴσα κάρφε<α> κόροι
  ἤγαγε πειθομένας λεπταλέοισι κάλοις.
—— οὕτως Ἀμφείων, οὕτως Ὀρφεύς ποτε πέτρα{ι}ς {²⁶πέτρας}²⁶
10   μολπῇ θελγομένας ἦγον ἄνευ καμάτων.
—— ἴσθι καὶ Ἁρπάλου υἱὸν Ἀχιλλέα κείμενον ὧδε,
  κοινὴ δ’ ἀμφοτέρους ἀμφεκάλυψε σορός.
—— ἀλλ’ οὐ θαυμάζω· κρατερώτερα νήματα Μοιρῶν,
  πρὸς θάνατον δ’ οὐδεὶς μάγγανον εὗρε
15 σοφῶν.
Search Help
Contact Us