[ ]
Eg. — Alexandria [W.] — El Gabbari Necr. — early Rom. Imp. period — GVI 1015
1 | πατρὶς Ἀλεξάνδρεια Μακηδονὶς Αἰγύπτοιο, |
κοσμοτρόφον δάπεδον μεγάλου Πλουτῆος ἄνακτος, | |
ἡ δὲ τέχνη χρυσοῖο καὶ ἀργύρου ἠδὲ μετάλλων. | |
δὶς δέκα ἕξ ζήσας ἔτεσιν καὶ μηνὶ δὲ πέμπτῳ | |
5 | λαμπρὸν ἀπ’ ὀφθαλμῶν ἔλιπον φάος ἠελίοιο· |
κεῖμαι δ’ Εἰταλίδος γαίης νέκυς, ἐν δέκα μησὶν | |
ξείνῃ ἐν ἀλλοδαπῇ χειρσὶ ποριζόμενος. | |
οὔνομα δὴ γενετῆρες ἐμοὶ θήκαντο Κάνωβον. | |
ἐνθάδ’ ἐμοῦ φάσεως καθαρὸν τόδε σῆμα πρόκειται, | |
10 | φροντίδι ἐμῆς ἀλόχου παραμυθία συνζοίης, |
στοργῆς μοι τριετοὺς εὐσεβίην θεμένης. | |
στῆσον ἴχνος, παροδεῖτα, καὶ ἄφθονον ἐνθάδε δάκρυ | |
σπείσας ἐκ βλεφάρων κλαῖε τὸν ἐν φθιμένοις | |
Αὐσονίων χώρῃ κείμενον ὠκύμορον. |