[ ] Eg. — Alexandria [W.] — El Gabbari Necr. — early Rom. Imp. period — GVI 1015
1 πατρὶς Ἀλεξάνδρεια Μακηδονὶς Αἰγύπτοιο,
κοσμοτρόφον δάπεδον μεγάλου Πλουτῆος ἄνακτος,
ἡ δὲ τέχνη χρυσοῖο καὶ ἀργύρου ἠδὲ μετάλλων.
δὶς δέκα ἕξ ζήσας ἔτεσιν καὶ μηνὶ δὲ πέμπτῳ
5 λαμπρὸν ἀπ’ ὀφθαλμῶν ἔλιπον φάος ἠελίοιο·
κεῖμαι δ’ Εἰταλίδος γαίης νέκυς, ἐν δέκα μησὶν
  ξείνῃ ἐν ἀλλοδαπῇ χειρσὶ ποριζόμενος.
οὔνομα δὴ γενετῆρες ἐμοὶ θήκαντο Κάνωβον.
ἐνθάδ’ ἐμοῦ φάσεως καθαρὸν τόδε σῆμα πρόκειται,
10 φροντίδι ἐμῆς ἀλόχου παραμυθία συνζοίης,
  στοργῆς μοι τριετοὺς εὐσεβίην θεμένης.
στῆσον ἴχνος, παροδεῖτα, καὶ ἄφθονον ἐνθάδε δάκρυ
  σπείσας ἐκ βλεφάρων κλαῖε τὸν ἐν φθιμένοις
  Αὐσονίων χώρῃ κείμενον ὠκύμορον.
Search Help
Contact Us