[ ] Eg. — Leontopolis [Hel.] (Tell el-Yahūdīya) — 117 BC — GVI 700; CIJud. 2.1490
1 ὧδ’ ὑπὸ τὸ σπιλάδος μέλαθρον, ξένε, κε̣[ῖται(?) ⏑ –×]
  Δημᾶς γῆρας ἀφεὶς μητρὸς ἐλεινοτά[της]
καὶ τέκνα νήπι’ ἐλεινὰ καὶ αὐστηρὰν πα[ράκοιτιν],
  πολλῶν ἀνθρώπων βοϊθὸς ἐὼν σο̣φ̣[ίαι(?)]·
5 κλαύσατε τὸν προλιπόντα τὸ σεμνότα[τον ⏑⏑ –×]
  καὶ πόλιν, ἀνθρώπων δ’ ἤθεα καὶ φιλίαν.
    Δ̣[η]μ̣ᾶ̣ς̣ ὡ̣[ς] (ἐτῶν) ληʹ,
    (ἔτους) νδʹ Ἁθ̣[ὺ]ρ γʹ.
8a            vacat
9      κα̣ὶ̣ σ̣ὺ̣, Ἀλέξανδρε,
10      πασίφιλε καὶ ἀνέγ-
     κ̣λ̣[η]τε, χρη[στ]ὲ χ[αῖρε].
Search Help
Contact Us