[ ]
Eg. — Naukratis (Kōm Giéif)? — 2nd/1st c. BC — GVI 1002
1 | κούρη Νικομάχοιο Λέοντι μ’ ἔτικτεν Ἀπολλῶν |
Ποντία· ἐσβέσθην δ’ ἑπτακαιεικοσέτης | |
ἄκων τοῖς σπείρασι δ’ ὁ δύσμορος ἀντὶ τροφείων | |
δάκρυα καὶ θρήνους ὤπασ’ ἀποφθίμενος. | |
5 | τὸν δὲ γονεῖς τιμῶντα φίλοισὶ τε πᾶσι ποθεινόν |
χῶρος ἔχει λειμών θ’ ἱερὸς εὐσεβέων. | |
εἴπατε τοῖς στέργουσι γόων λύπης τε πεπαῦσθαι· | |
θνητῶν γὰρ θνητὸς φὺς Ἀΐδαν ἔμολον. |