[ ] Eg. — Naukratis (Kōm Giéif)? — 2nd/1st c. BC — GVI 1002
1 κούρη Νικομάχοιο Λέοντι μ’ ἔτικτεν Ἀπολλῶν
  Ποντία· ἐσβέσθην δ’ ἑπτακαιεικοσέτης
ἄκων τοῖς σπείρασι δ’ ὁ δύσμορος ἀντὶ τροφείων
  δάκρυα καὶ θρήνους ὤπασ’ ἀποφθίμενος.
5 τὸν δὲ γονεῖς τιμῶντα φίλοισὶ τε πᾶσι ποθεινόν
  χῶρος ἔχει λειμών θ’ ἱερὸς εὐσεβέων.
εἴπατε τοῖς στέργουσι γόων λύπης τε πεπαῦσθαι·
  θνητῶν γὰρ θνητὸς φὺς Ἀΐδαν ἔμολον.
Search Help
Contact Us