[ ] Eg. — Terenouthis (Kōm Abu Bellou) — 2nd/1st c. BC — GVI 1153
See also:
1 ὁ πρὶν ἐγὼ κατὰ δῆριν ἐν[όπ]λιον ὄρχαμος ἀνδρῶν
  φῦλα δαϊξάνδρωι χειρὶ τροπωσάμενος,
ἀσκηθὴς ἐν νευσὶ καὶ ἀστυφέλικτος ἐπ’ αἴηι,
  πείθ[ων α]ἱμοχαρῆι κ̣ῶ̣[μ]ον Ἐνυαλίου,
5 Ἀσίδο[ς]ν γυάλ̣[ο]ις ἦ[μο]ς̣ [λ]ῃστῆρας ἀλαλκὼν
  σκῦλα δοριδμήιτ[ων ἔ]πρα̣θον ἐνδαπίων,
στείχων Αἰγύπτ̣ο̣[υ] κλ̣εινὴν σ̣ταχυμήτορα τύρσιν,
  κοιρανίδαις ζαμ̣ενῆ π̣ίσ̣τ̣ιν̣ ἐ̣ν̣ε̣γκάμενος·
νῦν δὲ καθ’ ὀγδο[ά]δη[ς δ]εκ[άδος] στείχοντα κέλευθον
10  Ἅ̣δας ὀρφ<ν>αίο<ι>ς ἐγγ̣[υ]ά̣λιξε μυ<χ>ο<ῖ>ς,
τέκνων οὐ κατ̣[ιδόντ’] α̣[ἰνὸν] μόρον, ἀλλὰ κ[αὶ] π̣αίδων
  παῖδας ἐφ’ ὑστατίωι τέρματι γηροκόμους.
πάτρη γάρ μ’ ἐλόχευσεν Ἀπάμεα, γαῖα δ’ ἔθρεψεν
  Αἰγύπτου θνατο<ῖ>ς πᾶσι γεγῶτα φίλον,
15 Διάζελμιν, βασιλεῦσι τετειμένον· ὦ παροδῖτα,
 "χαῖρε", λέγοις, "κούφηι δ’ ἀμφιπέλοιτο κόνις".
Search Help
Contact Us