[ ]
Eg. — Apollonopolis Magna (Idfu) — Hassaia — late Ptolemaic period — GVI 1138
1 | — — — — — — — — — — — — — — — — — — — — — — — — |
[— — — ἄπ]ο̣ινα γονεῖ, ὡς θέμις, εὖ ἔνεμον· | |
ᾧ [καλὸν ε]ἰ̣ς γενέτην θέμενοι χρέος, ὦ καλὰ θυμῶι· | |
μάρ̣τ̣[υς] ζ̣ωὸς ἐγὼ καὶ παρὰ Φερσεφόνηι· | |
5 | θειόδοτον δῶρον καὶ ἄμεινον τῶι ὑπὸ πα̣ί̣δων |
ταρχυθέντι δόμους εἰς Ἀίδα κατίναι. | |
καὶ σύ, <ὁ>δεῖθ’, ἅ<μ>α τοῖς χάριτας τείσασι τοκῆι | |
ἐσθλὰ ἐπευξάμενος ἕρπε δι’ ἀτραπιτοῦ. |