[ ] Eg. — El Khārga Oasis: Hibis — 68 AD
1 Ἰούλιος Δημήτριος, στρατηγὸς Ὀάσεως Θ[ηβ̣α̣ΐ̣]δος v τοῦ πεμφθέντος μοι διατάγματος ὑπὸ τοῦ κυρίου ἡγεμόνος vv
Τιβερίου Ἰουλίου Ἀλεξάνδρου τὸ ἀντίγραφον ὑμεῖν ὑπέταξα, ἵν’ εἰδότες ἀπολαύητε τῶν εὐεργε<σ>ιῶ<ν>. (ἔτους) βʹ Λουκίου Λιβίου <Σ>εβαστοῦ <Σ>ουλπικίου
Γάλβα Αὐτοκράτορος Φαῶφι αʹ Ἰουλίᾳ Σεβαστῆι. vvv Τιβέριος Ἰούλιος Ἀλέξανδρος λέγει vv πᾶσαν πρόνοιαν ποιούμενος τοῦ διαμένειν τῶι προσήκον̣τι κα-
ταστήματι τὴν πόλιν ἀπολαύουσαν τῶν εὐεργεσιῶν ἃς ἔχει παρὰ τῶν Σεβαστῶν καὶ τοῦ τὴν Αἴγυπτον ἐν εὐσταθείᾳ διάγουσαν εὐθύμως ὑπηρετεῖν τῆι τε εὐθηνίᾳ καὶ τῆι μεγίσ-
5 τηι <τ>ῶ[ν̣] νῦν καιρῶν εὐδαιμονίᾳ, μὴι βαρυνομένην καιναῖς καὶ ἀδίκοις εἰσπράξεσι, σχεδὸν δὲ ἐξ οὗ τῆς πόλεως ἐπέβην καταβοώμενος ὑπὸ τῶν ἐντυγχανόντων καὶ κατ’ ὀλίγους καὶ κα-
τὰ πλήθηι τῶν τε ἐνθάδε εὐσχημονεστάτων καὶ τῶν γεωργούντων τὴν χώραν μεμφομένων τὰς ἔγγιστα γενομένας ἐπηρείας, οὐ διέλιπον μὲν κατὰ τὴν ἐμαυτοῦ δύναμιν τὰ ἐπείγον-
τα ἐπανορθούμενος· v ἵνα <δ>ὲ εὐθυμότεροι πάντα ἐλπίζητε παρὰ τοῦ ἐπιλάμψαντος ἡμεῖν ἐπὶ σωτηρίᾳ τοῦ παντὸς ἀνθρώπων γένους εὐεργέτου Σεβαστοῦ Αὐτοκράτορος Γάλβα τά τε πρὸ<ς> σωτηρίαν
[κ̣]αὶ τὰ πρὸς ἀπόλαυσιν, καὶ γινώσκητε ὅτι ἐφρόντισα τῶν πρὸς τὴν ὑμετέραν βοήθειαν ἀνηκόντων, προέγραψα ἀναγκαίως περὶ ἑκάστου τῶν ἐπιζητουμένων, ὅσα ἔξεστί μοι κρεί-
νειν καὶ ποιεῖν, τὰ δὲ μείζονα καὶ δεόμενα τῆς τοῦ Αὐτοκράτορο<ς> δυνάμεως καὶ μεγαλειότητος αὐτῶι δηλώσωι μετὰ πάσης ἀληθείας, τῶν θεῶν ταμιευσαμένων εἰς τοῦτον τὸν
10 ἱερώτατον καιρὸν τὴν τῆς οἰκουμένης ἀσφάλειαν. ἔγνων γὰρ πρὸ παντὸς εὐλογωτάτην οὖσαν τὴν ἔντευξιν ὑμῶν ὑπὲρ τοῦ μὴι ἄκοντας ἀνθρώπους εἰς τελωνείας ἢι ἄλ-
[λ̣]ας μισθώσεις οὐσιακὰς παρὰ τὸ κοινὸν [ἔ̣]θος τῶν ἐπαρχειῶν πρὸς βίαν ἄγεσθαι, καὶ ὅτι οὐκ ὀλ[ί̣γ̣]ο̣ν̣ ἔ̣βλα̣ψε τὰ πράγ̣μ̣ατα τὸ πολλοὺ̣ς ἀπείρους ὄντα<ς> τῆς τοιαύ̣-
της πραγματείας ἀχθῆναι μετ’ ἀνάγκης ἐπιβληθ<έ>ντων αὐτοῖς τῶν τελῶν. διόπερ καὶ αὐτὸς οὔτε ἤ̣γαγόν τινα εἰς τελωνείαν ἢι μίσθωσιν οὔτε ἄξωι, <ε>ἰ̣δὼς τοῦτο
συμφέρειν καὶ ταῖς κυριακαῖς ψήφοις τὸ μετ̣ὰ προθυμίας ἑκόντας πραγματεύεσθαι τοὺς <δ>υνατούς. v πέπεισμαι δὲ ὅτι οὐδ’ εἰς τὸ μέλλον ἄκοντάς τις ἄξει τελώνας
ἢι μισθωτάς, ἀλλὰ διαμισθώσει τοῖς βουλομένοις ἑκουσίως προ<σ>έρχεσθαι, μᾶλλον τὴν τῶν προτέρων ἐπάρχων αἰώνιον συνήθειαν φυλάσσων ἢι τὴν πρόσκαιρόν τινος ἀδικίαν
15 μειμησάμενος· v ἐπειδὴι ἔνιοι προφάσει τῶν δημοσίων καὶ ἀλλότρια δάνεια παραχωρούμενοι εἴς τε τὸ πρακτόρειόν τινας παρέδοσαν καὶ εἰς ἄλλας φυλακάς, ἃς καὶ δι’ αὐτὸ τοῦτο
ἔγνων ἀναιρεθείσας, ἵνα αἱ πράξεις τῶν δανείων ἐκ τῶν ὑπαρχόντων ὦσι καὶ μὴι ἐκ τῶν <σ>ωμάτων, ἑπόμενος τῆι τοῦ θεοῦ Σεβα<σ>τοῦ βουλήσει, v κελεύωι μηδένα τῆι τῶν <δ>ημοσίων προφά-
σει παραχωρεῖσθαι παρ’ ἄλλων <δ>άνεια ἃ μὴι αὐτὸς ἐξ ἀρχῆς ἐδάνεισεν μηιδ’ ὅλως κατακλείε<σ>θαί τινα<ς> ἐλευθέρους εἰς φυλακὴν ἡντινοῦν, εἰ μὴι κακοῦργον, μη<δ>’ εἰς τὸ πρακ-
τόρειον, ἔξωι <τ>ῶν ὀφειλόντων εἰς τὸν κυρι<α>κὸν λόγον. ἵνα <δ>ὲ μηι<δ>αμόθεν βαρύνηι τὰ<ς> πρὸ<ς> ἀλλήλου<ς> <σ>υναλλαγὰς τὸ τῶν δημοσίων ὄνομα μη<δ>ὲ συνέχωσι τὴν κοινὴν πίστιν
οἱ τῆι πρωτοπραξίᾳ πρὸς ἃ μὴ δεῖ καταχρώμενοι, καὶ περὶ ταύτης ἀναγκαίως προέγραψα· ἐδη<λ>ώθηι γάρ μοι πολλάκις ὅτι ἤδηι τινὲς καὶ ὑποθήκας ἐπείρασαν ἀφελέσθαι νομίμως
20 <γ>εγονυίας καὶ ἀποδεδομένα δάνεια παρὰ τῶν ἀπολαβόντων ἀναπράσσειν πρὸς βίαν καὶ ἀγορασμοὺς ἀνα<δ>άστους ποιεῖν ἀποσπῶντες τὰ κτήματα τῶν ὠνησαμένων ὡς
συμβεβληκότων τισὶν ἀναβολικὰ εἰληφόσ[ι] ἐκ τοῦ φίσκου ἢι στρατηγοῖς ἢι πραγματικοῖς ἢι ἄλλοις τῶν προσοφειλ̣ηκότων τῶι δημοσίωι λόγωι· v κελεύωι οὗν, ὅστις{ς} ἂν ἐνθά<δ>ε
ἐπίτροπος τοῦ κυρίου ἢι οἰκονόμος ὕποπτόν τινα ἔχηι τῶν ἐν τοῖς δημοσίοις πράγμασιν ὄντων, κατέχεσθαι αὐτοῦ τὸ ὄνο[μ̣]α ἢι προγράφειν, ἵν[α μηδ]<ε>ὶς τῶι τοιούτωι συνβάλληι, v
ἢι μέρηι τῶν ὑπαρχόντων αὐτοῦ κατέχειν ἐν τοῖς δημοσίοις γραμματοφυλακίοις πρὸς ὀφείλημα. ἐὰν δέ τις μήιτε ὀνόματος κατεσχημένου̣ μ̣ήτε τῶν ὑπαρχόντων κρατου-
μένων δανίσηι νομίμως λαβὼν ὑποθήκην, ἢι φθάσηι ἃ ἐδάνισεν κομίσασθαι ἢι καὶ ὠνήσηταί τι, μὴι κατεχομένου τοῦ ὀνόματος μηδὲ τοῦ ὑπάρχοντος, οὐδὲν πρᾶγμα ἕξει. vvv
25 τὰς μὲν γὰρ προῖκας ἀλλοτρίας οὔσας καὶ οὐ τῶν εἰληφότων ἀνδρῶν καὶ ὁ θεὸς Σεβαστὸς ἐκέλευσεν καὶ οἱ ἔπαρχοι ἐκ τοῦ φίσκου ταῖς γυναιξὶ ἀποδίδοσθαι, ὧν βεβαίαν δεῖ v
τὴν πρωτοπραξίαν φυλάσσειν· v ἐνετεύχθην δὲ καὶ περὶ τῶν ἀτελειῶν καὶ κουφοτελειῶν, ἐν αἷς ἐστιν καὶ τὰ προσοδικά, ἀξιούντων αὐτὰς φυλαχθῆναι, ὡς ὁ θεὸς Κλαύδιος vv
ἔγραψεν Ποστόμωι ἀπολύων, καὶ λεγόντων ὕστερον κατακεκρίσθαι τὰ ὑπὸ ἰδιωτῶν πραχθέντα ἐν τῶι μέσωι χρόνωι μετὰ τὸ Φλάκκον κ<α>τ<α>κρεῖναι καὶ πρὸ τοῦ τὸν θεὸν vv
Κλαύδιον ἀπολῦσαι· v ἐπεὶ οὖν καὶ Βάλβιλλος καὶ Οὐηστεῖνος ταῦτα ἀπέλυσαν, ἀμφοτέρων τῶν ἐπάρχων ἐπικρίματα φυλάσσωι, καὶ ἐκείνων κατηκολουθηκότων τῆι v
τοῦ θεοῦ Κλαυδίου χάριτι, ὥστε ἀπολελύσθαι τὰ μηδέπωι ἐξ αὐτῶν εἰσπραχθέντα, δηλονότι εἰς τὸ λοιπὸν τηρουμένης αὐτοῖς τῆς ἀτελείας καὶ κουφοτελείας. ὑπὲρ <δ>ὲ v
30 τῶν ἐκ τοῦ Καίσαρος λόγου πρα{χ}θέντων {²⁶πραθέντων}²⁶ ἐν τῶι μέσωι χρόνωι, περὶ ὧν ἐκφόρια κατεκρίθηι, ὡς Οὐηστεῖνος ἐκέλευσεν [τ̣]ὰ καθήκοντα τελεῖσθαι καὶ αὐ%⁸⁰-
τὸς ἵστημι, ἀπολελυκὼς τὰ μηδέπωι εἰσπραχθέντα καὶ πρὸς τὸ μέλλον μένειν αὐτὰ ἐπὶ τοῖς κ̣αθήκουσι· ἄδικον γάρ [ἐ]στιν τοὺς ὠνησαμένους κτή%⁸⁰-
ματα καὶ τιμὰς αὐτῶν ἀποδόντας ὡς δημοσίους γ<ε>ωργοὺς ἐκφόρια ἀπαιτεῖσθαι τῶν ἰδίων ἐδαφῶν. ἀκόλουθον δέ ἐ[σ̣]τιν ταῖς τῶν Σεβαστῶν v
χάρισι καὶ τὸ τοὺς ἐνγενεῖς Ἀλεξανδρεῖς καὶ ἐν τῆι [χώ̣]ρ̣ᾳ̣ διὰ φιλεργίαν κ̣α̣τ̣ο̣ι̣κ̣ο̣ῦ̣ν̣τ̣α̣ς̣ ε̣ἰ̣ς̣ μ̣η̣δ̣ε̣μ̣ί̣α̣[ν̣ ἄ̣γ̣]ε̣σ̣[θα̣ι̣ χ̣ωρ̣ι̣κ̣ὴν λ̣]ε̣ι̣τ̣ο̣υ̣ρ̣[γ̣ίαν̣]·
πολλάκις μὲν ἐπεζητήσατε, καὐτὸς δὲ φυλάσσωι, ὥστε μηδένα τῶν ἐνγενῶν Ἀλεξανδρέων εἰς λειτουργίας χωρικὰς ἄγεσθαι. v μελήσει δέ
35 μοι καὶ τὰς στρατηγίας μετὰ διαλογισμὸν πρὸς τριετίαν ἐνχιρίζειν τοῖς κατασταθησομένοις. v καθόλου <δ>ὲ κελεύωι, ὁσάκις ἔπαρχος ἐπ’ αὐτὸν ἀχθέντα ἔφθα-
σεν κρείνας ἀπολῦσαι, μηκέτι εἰς διαλογισμὸν ἄγεσθαι. ἐὰν δὲ καὶ δύο ἔπαρχοι τὸ αὐτὸ πεφρονηκότες ὦσι, καὶ κολαστέος ἐσ̣τὶν ὁ ἐγλογιστὴς ὁ τὰ αὐτὰ εἰς διαλογισμὸν
ἄγων, κ̣[α]ὶ μηδὲν ἄλλο ποιῶν πλὴν ἀργυρισμοῦ πρόφασιν καταλείπων ἑαυτῶι καὶ τοῖς ἄλλοις πραγματικοῖς. πολλο[ὶ] <γ>οῦν ἠξίωσαν ἐκστῆναι μᾶλλον τῶν ἰδίων κτημάτων ὡς v
πλεῖον τῆς τιμῆς αὐτῶν ἀνηλωκότες διὰ τὸ καθ’ ἕκαστον διαλογισμὸν τὰ αὐτὰ πράγματα εἰς κρίσιν ἄγεσθαι. τὸ δ’ αὐτὸ καὶ περὶ τῶν ἐν ἰδίωι λό<γ>ωι πραγμάτων ἀγομένων ἵστημι, ὥσ%⁸⁰-
τε εἴ τι κριθὲν ἀπελύθηι ἢι ἀπολυθήσεται ὑπὸ τοῦ πρὸς τῶι ἰδίωι λόγωι τεταγμένου, μηκέτι ἐξεῖναι τούτωι εἰσαγγέλλειν κατηγόρωι μη<δ>ὲ εἰς κρίσιν ἄγεσθαι, ἢι ὁ τοῦτο ποιήσας ἀπαραιτή-
40 τως ζημιωθήσεται. οὐδὲν γὰρ ἔσται πέρας τῶν συκοφαντημάτων, ἐὰν τὰ ἀπολελυμένα ἄγηται ἕως τις αὐτὰ κατακρείνηι. ἤδηι δὲ τῆς πόλεως σχεδὸν ἀοικήτου γενομένης διὰ τὸ
πλῆθος τῶν συκοφαντῶν καὶ πάσης οἰκίας συνταρασσομένης v ἀν<α>γκαίως κελεύωι, ἐὰν μέν τις τῶν ἐν ἰδίωι <λ>όγωι κατηγόρων ὡς ἑτέρωι συνηγορῶν εἰσάγηι ὑπόθεσιν, παρίστασθαι ὑπ’
αὐτοῦ τὸν προσαγγεί<λ>αντα, ἵνα μηδὲ ἐκεῖνος ἀκίνδυνος ἦι. ἐὰν <δ>ὲ ἰ<δ>ίωι ὀνόματι κατενεγκὼν τρεῖς ὑποθέσεις μὴι ἀποδείξηι, μηκέτι ἐξεῖναι αὐτῶι κατηγορεῖν, ἀλλὰ τὸ ἥμισυ αὐτοῦ
τῆς οὐσίας ἀναλαμβάνεσθαι. ἀδικώτατον [γ̣ά̣]ρ ἐστιν πολλοῖς ἐπάγοντα κινδύνους ὑπὲρ οὐσιῶν καὶ τῆς ἐπ[ιτ̣]ιμίας αὐτὸν διὰ παντὸς ἀνεύθυνον εἶναι. v καὶ καθόλου δὲ
[κ]ε̣λ̣ε̣ύ̣σ̣ομαι τὸν γνώμονα τοῦ̣ ἰ̣[δ]ί̣ου λ̣ό̣γ̣ο̣υ̣ [κεῖσθ]αι, τὰ καινοποιηθέ̣ν̣τα παρὰ τὰς τῶν Σεβαστῶν χάριτας ἐ[π̣α̣]νο[ρ̣θ̣]ω̣σάμεν̣ο̣ς̣. προγράψω[ι δὲ φ̣ανερῶς ὅπως τοὺς ἤδηι ἐξ]-
45 ελε<γ>χθέντα[ς̣] συκοφάντας ὡς ἔδει ἐτιμωρησάμην. οὐκ ἀγνοῶι δ’ ὅτι πολλὴν πρόνοιαν ποιεῖσθε καὶ τοῦ τὴν Αἴγυπτον ἐν̣ εὐσταθείᾳ [δ̣]ι̣α̣μ̣[ένειν̣], ἐξ ἧς̣ [μεγάλως βαρύνεσθε· ἃς μὲν οὖν]
χορηγίας ἔχετε, ὅσα οἷόν τε ἦν ἐπηνωρθωσάμην. ἐνέτυχον γάρ μοι πολλάκις οἱ καθ’ ὅλην τὴν χώραν <γ>εωργοῦντες καὶ ἐδή<λ>ωσαν ὅτι πο<λλ>ὰ καιν̣[ῶ̣]ς̣ κατεκρίθησα[ν, οὐ διὰ κακουργήματα]
[ἀλλ̣ὰ̣] δι̣ὰ τελέσματα σιτικὰ καὶ ἀργυρικά, καὶ οὐκ ἐξὸν τοῖς βουλομένοις εὐχερῶς καθολικόν τι καινίζειν. ταῦτα δὲ καὶ τὰ τοιαῦτα κατακρίματ[α ο]ὐκ ἐπὶ τὴν Θηβαΐδα μόνη[ν̣ εὗρον ἐκτεινόμενα]
[οὐ]δὲ ἐπὶ τοὺς πόρρωι νομοὺς τῆς κάτωι χώρας, ἀλ<λ>ὰ καὶ τὰ προάστια τῆς πό<λ>εως ἔφθασεν τήν τε Ἀλεξανδρέων καλουμένην χ̣ώ̣ραν καὶ τὸν Μαρεώτην [λαβεῖν. διὸ κελεύωι]
[το]ῖς κατὰ̣ νομὸν στρατηγοῖς ἵνα εἴ τινα καινῶς τῆι ἔγγιστα πενταετίᾳ τὰ μὴι πρότερον τελούμενα καθολικῶς ἢι πληθικῶς νομῶν ἢι τοπα[ρχιῶν γεωργοῖς]
50 [κατ̣]εκρίθηι, ταῦτα εἰς τὴν προτέραν τάξιν ἀποκαταστήσωσιν, παρέντες αὐτῶν τὴν ἀπαίτησιν, ἃ καὶ ἐπὶ τὸν διαλογισμὸν ἀχθέντα ἐκ τῶν [ἀ̣γορῶν ἀπο]-
[λύωι]· ἐ̣κ̣ώ̣λ̣[υ]σα δ̣’ ἔτι καὶ πρότερον καὶ τὴν ἄμετρον ἐξουσίαν τῶν ἐ<γλ>ογιστῶν διὰ τὸ πάντας αὐτῶν καταβοᾶν ἐπὶ τῶι παραγράφειν αὐτοὺς πλεῖστα ἐκ τ[ῆ̣ς ὁ]-
[μοιώσεως̣] ἐξ οὗ συνέβαινεν αὐτοὺς μὲν ἀργυρίζεσθαι, τὴν δὲ Αἴγυπτον ἀνάστατον γείνεσθαι. καὶ νῦν τοῖς αὐτοῖς παραγγέλλωι μηδὲν ἐξ ὁμοιώμα[τος]
[παρα̣]γράφειν ἀλλὰ [μ̣]ηι[δ̣’] ἄλλο τι τῶι καθόλου χωρὶς τοῦ κρεῖναι τὸν ἔπαρχον· v κελεύωι δὲ καὶ τοῖς στρατηγοῖς μηδὲν παρὰ ἐγλογιστῶν μεταλαμβάνειν χωρὶς ὑ[π̣ο]-
[θήκ]ης ἐπάρχου. καὶ οἱ ἄλλοι δὲ πραγματικοί, ἐάν τι εὑρεθῶσι ψευ<δ>ὲς ἢι παρὰ τ[ὸ] δέον παραγεγραφότες, καὶ τοῖς ἰδιώταις ἀποδώσουσιν ὅ<σ>ον ἀπῃτήθησαν καὶ τὸ <ἴ>σ[ο̣ν]
55 [ἀποτί̣σ̣]ο̣υ̣σ̣ι̣ [ε̣]ἰς τὸ δημόσιον. v τῆς δ’ αὐτῆς κακοτεχνίας ἐστὶν καὶ ἡι λεγομένηι κατὰ σύνοψιν ἀπαίτησι[ς], ο̣ὐ πρὸς τὴν οὖσαν ἀνάβα[σι]ν̣ [v]
[Νίλου, ἀ]λ̣λ̣ὰ πρὸς σύνκρισιν ἀρχαι<ο>τέρων τινῶν ἀναβάσε[ω̣ν, καίτοι] τῆς ἀληθείας αὐτῆς οὐδὲν δοκεῖ δικαιότερον εἶναι· θαρ%⁸⁰-
[σεῖν δὲ βούλ]ο̣μ̣α̣ι καὶ προθύμως γεωργεῖν τοὺς ἀνθρώπου[ς̣, εἰδότα]ς ὅτι πρὸς τὸ ἀληθὲς τῆς οὔσης ἀναβάσεως καὶ τῆς βεβρ̣ε̣γ̣μ̣[έ]-
[νης γῆς, κα]ὶ̣ ο̣ὐ πρὸς σ[υ̣]κοφαντίαν τῶν κατὰ σύνοψιν παραγραφ[ο̣μ̣έ]νων ἡι ἀπαίτησις ἔσται. ἐὰν δέ τις ἐξελεγχθῆι ψευσάμ̣[ενος αὐτήν],
[τὸ κάθ]ε̣κ̣τον τριπλάσι[ο]ν ἀποδώσει. v ὅσοι μὲν γὰρ ἐφοβήθησαν ἀ[κ]ο̣ύσαντες περὶ ἀναμετρήσεως τῆς ἐν τῆι Ἀ[λε]ξανδρέω[ν̣ χώρᾳ καὶ]
60 [τῶι νομ̣ῷ̣] Μενελαΐτηι ἀρχαίας γῆς, [ε]ἰς ἣν οὐδέποτε σχοινίον κα[τ]ηνέχθηι, μὴι μάτην εὐλ[α̣β̣]είσθωσαν· οὔτε [γὰρ ἐ̣]τολμήσε [π̣οτέ τις ποι]-
[ήσασθα̣]ι τὴν ἀνα[μ]έτρησιν οὔτε [π̣ο̣]ιήσεται. μένειν γὰρ ὀφεί[λ̣]ει τ̣[ὸ] ἐξ αἰῶνος αὐτῆς δίκ[α̣ιον. τ̣ὸ̣] δ’ αὐτὸ ἵστημι [καὶ π]ερὶ τῶν το[ύτοις προστε]-
[θέν̣τ̣]ων προσγενημάτων, ὥστε [μη]δὲν ἐπ’ αὐτῶν κ̣αινίζεσθαι. περὶ δὲ τῶν ἀρχαιοτ<έ>[ρ̣ων] ἐ̣κ̣[θ̣]έσεων, <ἐ>νκει[μένω]ν ὑμ[ῶ̣]ν, αἷς [τ̣ι̣νες ὥστε]
[ἐκπράσ]σ̣ε̣ι̣ν ἢ ὁ̣ρ̣ί̣σαι πολλάκις ο[ὐδὲν] πλέ[ο]ν περιε[ποί]ησαν πλὴν ἀργυρισμοῦ τῶν πραγμ[ατικ]ῶν καὶ τῆς τῶ[ν ἀνθρώ]π̣ω̣ν ἐπιτ̣[ρί̣ψ̣εως, Καί]-
[σαρι Σ]ε̣[β̣α]στῶ̣[ι] Α̣[ὐ]τοκράτορι γράψ[ωι μ̣]ετὰ τῶν ἄλλω[ν ὅ̣]σα αὐτῶι δήλωι τῶι μόνωι δυναμ[ένω̣]ι τὰ τοιαῦτα ὁλ[οσχερ]ῶς [ἐ̣]κκόπ̣τ[ε̣ιν, οὗ εἰσι]
65 [αἴτι]α̣ι τῆς πάντων ἡ[μ̣]ῶν σωτηρίας ἡι δι̣[η]ν̣εκὴς [εὐ]ε̣ργεσία καὶ πρόνοια. vvvv ἔ̣[το]υ̣ς v πρώτο[υ̣ Λουκ]ί̣ο̣υ̣ Λειβίο[υ vvv]
[Γάλ]βα Καί[σ]αρος Σεβαστοῦ Αὐτο̣κράτορος, Ἐ̣[π]ε̣ῖφ[ι̣] ιβʹ. {²vac.}²
Search Help