[ ]
Eg. — El Khārga Oasis: Hibis — 68 AD
1 | Ἰούλιος Δημήτριος, στρατηγὸς Ὀάσεως Θ[ηβ̣α̣ΐ̣]δος v τοῦ πεμφθέντος μοι διατάγματος ὑπὸ τοῦ κυρίου ἡγεμόνος vv |
Τιβερίου Ἰουλίου Ἀλεξάνδρου τὸ ἀντίγραφον ὑμεῖν ὑπέταξα, ἵν’ εἰδότες ἀπολαύητε τῶν εὐεργε<σ>ιῶ<ν>. (ἔτους) βʹ Λουκίου Λιβίου <Σ>εβαστοῦ <Σ>ουλπικίου | |
Γάλβα Αὐτοκράτορος Φαῶφι αʹ Ἰουλίᾳ Σεβαστῆι. vvv Τιβέριος Ἰούλιος Ἀλέξανδρος λέγει vv πᾶσαν πρόνοιαν ποιούμενος τοῦ διαμένειν τῶι προσήκον̣τι κα- | |
ταστήματι τὴν πόλιν ἀπολαύουσαν τῶν εὐεργεσιῶν ἃς ἔχει παρὰ τῶν Σεβαστῶν καὶ τοῦ τὴν Αἴγυπτον ἐν εὐσταθείᾳ διάγουσαν εὐθύμως ὑπηρετεῖν τῆι τε εὐθηνίᾳ καὶ τῆι μεγίσ- | |
5 | τηι <τ>ῶ[ν̣] νῦν καιρῶν εὐδαιμονίᾳ, μὴι βαρυνομένην καιναῖς καὶ ἀδίκοις εἰσπράξεσι, σχεδὸν δὲ ἐξ οὗ τῆς πόλεως ἐπέβην καταβοώμενος ὑπὸ τῶν ἐντυγχανόντων καὶ κατ’ ὀλίγους καὶ κα- |
τὰ πλήθηι τῶν τε ἐνθάδε εὐσχημονεστάτων καὶ τῶν γεωργούντων τὴν χώραν μεμφομένων τὰς ἔγγιστα γενομένας ἐπηρείας, οὐ διέλιπον μὲν κατὰ τὴν ἐμαυτοῦ δύναμιν τὰ ἐπείγον- | |
τα ἐπανορθούμενος· v ἵνα <δ>ὲ εὐθυμότεροι πάντα ἐλπίζητε παρὰ τοῦ ἐπιλάμψαντος ἡμεῖν ἐπὶ σωτηρίᾳ τοῦ παντὸς ἀνθρώπων γένους εὐεργέτου Σεβαστοῦ Αὐτοκράτορος Γάλβα τά τε πρὸ<ς> σωτηρίαν | |
[κ̣]αὶ τὰ πρὸς ἀπόλαυσιν, καὶ γινώσκητε ὅτι ἐφρόντισα τῶν πρὸς τὴν ὑμετέραν βοήθειαν ἀνηκόντων, προέγραψα ἀναγκαίως περὶ ἑκάστου τῶν ἐπιζητουμένων, ὅσα ἔξεστί μοι κρεί- | |
νειν καὶ ποιεῖν, τὰ δὲ μείζονα καὶ δεόμενα τῆς τοῦ Αὐτοκράτορο<ς> δυνάμεως καὶ μεγαλειότητος αὐτῶι δηλώσωι μετὰ πάσης ἀληθείας, τῶν θεῶν ταμιευσαμένων εἰς τοῦτον τὸν | |
10 | ἱερώτατον καιρὸν τὴν τῆς οἰκουμένης ἀσφάλειαν. ἔγνων γὰρ πρὸ παντὸς εὐλογωτάτην οὖσαν τὴν ἔντευξιν ὑμῶν ὑπὲρ τοῦ μὴι ἄκοντας ἀνθρώπους εἰς τελωνείας ἢι ἄλ- |
[λ̣]ας μισθώσεις οὐσιακὰς παρὰ τὸ κοινὸν [ἔ̣]θος τῶν ἐπαρχειῶν πρὸς βίαν ἄγεσθαι, καὶ ὅτι οὐκ ὀλ[ί̣γ̣]ο̣ν̣ ἔ̣βλα̣ψε τὰ πράγ̣μ̣ατα τὸ πολλοὺ̣ς ἀπείρους ὄντα<ς> τῆς τοιαύ̣- | |
της πραγματείας ἀχθῆναι μετ’ ἀνάγκης ἐπιβληθ<έ>ντων αὐτοῖς τῶν τελῶν. διόπερ καὶ αὐτὸς οὔτε ἤ̣γαγόν τινα εἰς τελωνείαν ἢι μίσθωσιν οὔτε ἄξωι, <ε>ἰ̣δὼς τοῦτο | |
συμφέρειν καὶ ταῖς κυριακαῖς ψήφοις τὸ μετ̣ὰ προθυμίας ἑκόντας πραγματεύεσθαι τοὺς <δ>υνατούς. v πέπεισμαι δὲ ὅτι οὐδ’ εἰς τὸ μέλλον ἄκοντάς τις ἄξει τελώνας | |
ἢι μισθωτάς, ἀλλὰ διαμισθώσει τοῖς βουλομένοις ἑκουσίως προ<σ>έρχεσθαι, μᾶλλον τὴν τῶν προτέρων ἐπάρχων αἰώνιον συνήθειαν φυλάσσων ἢι τὴν πρόσκαιρόν τινος ἀδικίαν | |
15 | μειμησάμενος· v ἐπειδὴι ἔνιοι προφάσει τῶν δημοσίων καὶ ἀλλότρια δάνεια παραχωρούμενοι εἴς τε τὸ πρακτόρειόν τινας παρέδοσαν καὶ εἰς ἄλλας φυλακάς, ἃς καὶ δι’ αὐτὸ τοῦτο |
ἔγνων ἀναιρεθείσας, ἵνα αἱ πράξεις τῶν δανείων ἐκ τῶν ὑπαρχόντων ὦσι καὶ μὴι ἐκ τῶν <σ>ωμάτων, ἑπόμενος τῆι τοῦ θεοῦ Σεβα<σ>τοῦ βουλήσει, v κελεύωι μηδένα τῆι τῶν <δ>ημοσίων προφά- | |
σει παραχωρεῖσθαι παρ’ ἄλλων <δ>άνεια ἃ μὴι αὐτὸς ἐξ ἀρχῆς ἐδάνεισεν μηιδ’ ὅλως κατακλείε<σ>θαί τινα<ς> ἐλευθέρους εἰς φυλακὴν ἡντινοῦν, εἰ μὴι κακοῦργον, μη<δ>’ εἰς τὸ πρακ- | |
τόρειον, ἔξωι <τ>ῶν ὀφειλόντων εἰς τὸν κυρι<α>κὸν λόγον. ἵνα <δ>ὲ μηι<δ>αμόθεν βαρύνηι τὰ<ς> πρὸ<ς> ἀλλήλου<ς> <σ>υναλλαγὰς τὸ τῶν δημοσίων ὄνομα μη<δ>ὲ συνέχωσι τὴν κοινὴν πίστιν | |
οἱ τῆι πρωτοπραξίᾳ πρὸς ἃ μὴ δεῖ καταχρώμενοι, καὶ περὶ ταύτης ἀναγκαίως προέγραψα· ἐδη<λ>ώθηι γάρ μοι πολλάκις ὅτι ἤδηι τινὲς καὶ ὑποθήκας ἐπείρασαν ἀφελέσθαι νομίμως | |
20 | <γ>εγονυίας καὶ ἀποδεδομένα δάνεια παρὰ τῶν ἀπολαβόντων ἀναπράσσειν πρὸς βίαν καὶ ἀγορασμοὺς ἀνα<δ>άστους ποιεῖν ἀποσπῶντες τὰ κτήματα τῶν ὠνησαμένων ὡς |
συμβεβληκότων τισὶν ἀναβολικὰ εἰληφόσ[ι] ἐκ τοῦ φίσκου ἢι στρατηγοῖς ἢι πραγματικοῖς ἢι ἄλλοις τῶν προσοφειλ̣ηκότων τῶι δημοσίωι λόγωι· v κελεύωι οὗν, ὅστις{ς} ἂν ἐνθά<δ>ε | |
ἐπίτροπος τοῦ κυρίου ἢι οἰκονόμος ὕποπτόν τινα ἔχηι τῶν ἐν τοῖς δημοσίοις πράγμασιν ὄντων, κατέχεσθαι αὐτοῦ τὸ ὄνο[μ̣]α ἢι προγράφειν, ἵν[α μηδ]<ε>ὶς τῶι τοιούτωι συνβάλληι, v | |
ἢι μέρηι τῶν ὑπαρχόντων αὐτοῦ κατέχειν ἐν τοῖς δημοσίοις γραμματοφυλακίοις πρὸς ὀφείλημα. ἐὰν δέ τις μήιτε ὀνόματος κατεσχημένου̣ μ̣ήτε τῶν ὑπαρχόντων κρατου- | |
μένων δανίσηι νομίμως λαβὼν ὑποθήκην, ἢι φθάσηι ἃ ἐδάνισεν κομίσασθαι ἢι καὶ ὠνήσηταί τι, μὴι κατεχομένου τοῦ ὀνόματος μηδὲ τοῦ ὑπάρχοντος, οὐδὲν πρᾶγμα ἕξει. vvv | |
25 | τὰς μὲν γὰρ προῖκας ἀλλοτρίας οὔσας καὶ οὐ τῶν εἰληφότων ἀνδρῶν καὶ ὁ θεὸς Σεβαστὸς ἐκέλευσεν καὶ οἱ ἔπαρχοι ἐκ τοῦ φίσκου ταῖς γυναιξὶ ἀποδίδοσθαι, ὧν βεβαίαν δεῖ v |
τὴν πρωτοπραξίαν φυλάσσειν· v ἐνετεύχθην δὲ καὶ περὶ τῶν ἀτελειῶν καὶ κουφοτελειῶν, ἐν αἷς ἐστιν καὶ τὰ προσοδικά, ἀξιούντων αὐτὰς φυλαχθῆναι, ὡς ὁ θεὸς Κλαύδιος vv | |
ἔγραψεν Ποστόμωι ἀπολύων, καὶ λεγόντων ὕστερον κατακεκρίσθαι τὰ ὑπὸ ἰδιωτῶν πραχθέντα ἐν τῶι μέσωι χρόνωι μετὰ τὸ Φλάκκον κ<α>τ<α>κρεῖναι καὶ πρὸ τοῦ τὸν θεὸν vv | |
Κλαύδιον ἀπολῦσαι· v ἐπεὶ οὖν καὶ Βάλβιλλος καὶ Οὐηστεῖνος ταῦτα ἀπέλυσαν, ἀμφοτέρων τῶν ἐπάρχων ἐπικρίματα φυλάσσωι, καὶ ἐκείνων κατηκολουθηκότων τῆι v | |
τοῦ θεοῦ Κλαυδίου χάριτι, ὥστε ἀπολελύσθαι τὰ μηδέπωι ἐξ αὐτῶν εἰσπραχθέντα, δηλονότι εἰς τὸ λοιπὸν τηρουμένης αὐτοῖς τῆς ἀτελείας καὶ κουφοτελείας. ὑπὲρ <δ>ὲ v | |
30 | τῶν ἐκ τοῦ Καίσαρος λόγου πρα{χ}θέντων {²⁶πραθέντων}²⁶ ἐν τῶι μέσωι χρόνωι, περὶ ὧν ἐκφόρια κατεκρίθηι, ὡς Οὐηστεῖνος ἐκέλευσεν [τ̣]ὰ καθήκοντα τελεῖσθαι καὶ αὐ%⁸⁰- |
τὸς ἵστημι, ἀπολελυκὼς τὰ μηδέπωι εἰσπραχθέντα καὶ πρὸς τὸ μέλλον μένειν αὐτὰ ἐπὶ τοῖς κ̣αθήκουσι· ἄδικον γάρ [ἐ]στιν τοὺς ὠνησαμένους κτή%⁸⁰- | |
ματα καὶ τιμὰς αὐτῶν ἀποδόντας ὡς δημοσίους γ<ε>ωργοὺς ἐκφόρια ἀπαιτεῖσθαι τῶν ἰδίων ἐδαφῶν. ἀκόλουθον δέ ἐ[σ̣]τιν ταῖς τῶν Σεβαστῶν v | |
χάρισι καὶ τὸ τοὺς ἐνγενεῖς Ἀλεξανδρεῖς καὶ ἐν τῆι [χώ̣]ρ̣ᾳ̣ διὰ φιλεργίαν κ̣α̣τ̣ο̣ι̣κ̣ο̣ῦ̣ν̣τ̣α̣ς̣ ε̣ἰ̣ς̣ μ̣η̣δ̣ε̣μ̣ί̣α̣[ν̣ ἄ̣γ̣]ε̣σ̣[θα̣ι̣ χ̣ωρ̣ι̣κ̣ὴν λ̣]ε̣ι̣τ̣ο̣υ̣ρ̣[γ̣ίαν̣]· | |
πολλάκις μὲν ἐπεζητήσατε, καὐτὸς δὲ φυλάσσωι, ὥστε μηδένα τῶν ἐνγενῶν Ἀλεξανδρέων εἰς λειτουργίας χωρικὰς ἄγεσθαι. v μελήσει δέ | |
35 | μοι καὶ τὰς στρατηγίας μετὰ διαλογισμὸν πρὸς τριετίαν ἐνχιρίζειν τοῖς κατασταθησομένοις. v καθόλου <δ>ὲ κελεύωι, ὁσάκις ἔπαρχος ἐπ’ αὐτὸν ἀχθέντα ἔφθα- |
σεν κρείνας ἀπολῦσαι, μηκέτι εἰς διαλογισμὸν ἄγεσθαι. ἐὰν δὲ καὶ δύο ἔπαρχοι τὸ αὐτὸ πεφρονηκότες ὦσι, καὶ κολαστέος ἐσ̣τὶν ὁ ἐγλογιστὴς ὁ τὰ αὐτὰ εἰς διαλογισμὸν | |
ἄγων, κ̣[α]ὶ μηδὲν ἄλλο ποιῶν πλὴν ἀργυρισμοῦ πρόφασιν καταλείπων ἑαυτῶι καὶ τοῖς ἄλλοις πραγματικοῖς. πολλο[ὶ] <γ>οῦν ἠξίωσαν ἐκστῆναι μᾶλλον τῶν ἰδίων κτημάτων ὡς v | |
πλεῖον τῆς τιμῆς αὐτῶν ἀνηλωκότες διὰ τὸ καθ’ ἕκαστον διαλογισμὸν τὰ αὐτὰ πράγματα εἰς κρίσιν ἄγεσθαι. τὸ δ’ αὐτὸ καὶ περὶ τῶν ἐν ἰδίωι λό<γ>ωι πραγμάτων ἀγομένων ἵστημι, ὥσ%⁸⁰- | |
τε εἴ τι κριθὲν ἀπελύθηι ἢι ἀπολυθήσεται ὑπὸ τοῦ πρὸς τῶι ἰδίωι λόγωι τεταγμένου, μηκέτι ἐξεῖναι τούτωι εἰσαγγέλλειν κατηγόρωι μη<δ>ὲ εἰς κρίσιν ἄγεσθαι, ἢι ὁ τοῦτο ποιήσας ἀπαραιτή- | |
40 | τως ζημιωθήσεται. οὐδὲν γὰρ ἔσται πέρας τῶν συκοφαντημάτων, ἐὰν τὰ ἀπολελυμένα ἄγηται ἕως τις αὐτὰ κατακρείνηι. ἤδηι δὲ τῆς πόλεως σχεδὸν ἀοικήτου γενομένης διὰ τὸ |
πλῆθος τῶν συκοφαντῶν καὶ πάσης οἰκίας συνταρασσομένης v ἀν<α>γκαίως κελεύωι, ἐὰν μέν τις τῶν ἐν ἰδίωι <λ>όγωι κατηγόρων ὡς ἑτέρωι συνηγορῶν εἰσάγηι ὑπόθεσιν, παρίστασθαι ὑπ’ | |
αὐτοῦ τὸν προσαγγεί<λ>αντα, ἵνα μηδὲ ἐκεῖνος ἀκίνδυνος ἦι. ἐὰν <δ>ὲ ἰ<δ>ίωι ὀνόματι κατενεγκὼν τρεῖς ὑποθέσεις μὴι ἀποδείξηι, μηκέτι ἐξεῖναι αὐτῶι κατηγορεῖν, ἀλλὰ τὸ ἥμισυ αὐτοῦ | |
τῆς οὐσίας ἀναλαμβάνεσθαι. ἀδικώτατον [γ̣ά̣]ρ ἐστιν πολλοῖς ἐπάγοντα κινδύνους ὑπὲρ οὐσιῶν καὶ τῆς ἐπ[ιτ̣]ιμίας αὐτὸν διὰ παντὸς ἀνεύθυνον εἶναι. v καὶ καθόλου δὲ | |
[κ]ε̣λ̣ε̣ύ̣σ̣ομαι τὸν γνώμονα τοῦ̣ ἰ̣[δ]ί̣ου λ̣ό̣γ̣ο̣υ̣ [κεῖσθ]αι, τὰ καινοποιηθέ̣ν̣τα παρὰ τὰς τῶν Σεβαστῶν χάριτας ἐ[π̣α̣]νο[ρ̣θ̣]ω̣σάμεν̣ο̣ς̣. προγράψω[ι δὲ φ̣ανερῶς ὅπως τοὺς ἤδηι ἐξ]- | |
45 | ελε<γ>χθέντα[ς̣] συκοφάντας ὡς ἔδει ἐτιμωρησάμην. οὐκ ἀγνοῶι δ’ ὅτι πολλὴν πρόνοιαν ποιεῖσθε καὶ τοῦ τὴν Αἴγυπτον ἐν̣ εὐσταθείᾳ [δ̣]ι̣α̣μ̣[ένειν̣], ἐξ ἧς̣ [μεγάλως βαρύνεσθε· ἃς μὲν οὖν] |
χορηγίας ἔχετε, ὅσα οἷόν τε ἦν ἐπηνωρθωσάμην. ἐνέτυχον γάρ μοι πολλάκις οἱ καθ’ ὅλην τὴν χώραν <γ>εωργοῦντες καὶ ἐδή<λ>ωσαν ὅτι πο<λλ>ὰ καιν̣[ῶ̣]ς̣ κατεκρίθησα[ν, οὐ διὰ κακουργήματα] | |
[ἀλλ̣ὰ̣] δι̣ὰ τελέσματα σιτικὰ καὶ ἀργυρικά, καὶ οὐκ ἐξὸν τοῖς βουλομένοις εὐχερῶς καθολικόν τι καινίζειν. ταῦτα δὲ καὶ τὰ τοιαῦτα κατακρίματ[α ο]ὐκ ἐπὶ τὴν Θηβαΐδα μόνη[ν̣ εὗρον ἐκτεινόμενα] | |
[οὐ]δὲ ἐπὶ τοὺς πόρρωι νομοὺς τῆς κάτωι χώρας, ἀλ<λ>ὰ καὶ τὰ προάστια τῆς πό<λ>εως ἔφθασεν τήν τε Ἀλεξανδρέων καλουμένην χ̣ώ̣ραν καὶ τὸν Μαρεώτην [λαβεῖν. διὸ κελεύωι] | |
[το]ῖς κατὰ̣ νομὸν στρατηγοῖς ἵνα εἴ τινα καινῶς τῆι ἔγγιστα πενταετίᾳ τὰ μὴι πρότερον τελούμενα καθολικῶς ἢι πληθικῶς νομῶν ἢι τοπα[ρχιῶν γεωργοῖς] | |
50 | [κατ̣]εκρίθηι, ταῦτα εἰς τὴν προτέραν τάξιν ἀποκαταστήσωσιν, παρέντες αὐτῶν τὴν ἀπαίτησιν, ἃ καὶ ἐπὶ τὸν διαλογισμὸν ἀχθέντα ἐκ τῶν [ἀ̣γορῶν ἀπο]- |
[λύωι]· ἐ̣κ̣ώ̣λ̣[υ]σα δ̣’ ἔτι καὶ πρότερον καὶ τὴν ἄμετρον ἐξουσίαν τῶν ἐ<γλ>ογιστῶν διὰ τὸ πάντας αὐτῶν καταβοᾶν ἐπὶ τῶι παραγράφειν αὐτοὺς πλεῖστα ἐκ τ[ῆ̣ς ὁ]- | |
[μοιώσεως̣] ἐξ οὗ συνέβαινεν αὐτοὺς μὲν ἀργυρίζεσθαι, τὴν δὲ Αἴγυπτον ἀνάστατον γείνεσθαι. καὶ νῦν τοῖς αὐτοῖς παραγγέλλωι μηδὲν ἐξ ὁμοιώμα[τος] | |
[παρα̣]γράφειν ἀλλὰ [μ̣]ηι[δ̣’] ἄλλο τι τῶι καθόλου χωρὶς τοῦ κρεῖναι τὸν ἔπαρχον· v κελεύωι δὲ καὶ τοῖς στρατηγοῖς μηδὲν παρὰ ἐγλογιστῶν μεταλαμβάνειν χωρὶς ὑ[π̣ο]- | |
[θήκ]ης ἐπάρχου. καὶ οἱ ἄλλοι δὲ πραγματικοί, ἐάν τι εὑρεθῶσι ψευ<δ>ὲς ἢι παρὰ τ[ὸ] δέον παραγεγραφότες, καὶ τοῖς ἰδιώταις ἀποδώσουσιν ὅ<σ>ον ἀπῃτήθησαν καὶ τὸ <ἴ>σ[ο̣ν] | |
55 | [ἀποτί̣σ̣]ο̣υ̣σ̣ι̣ [ε̣]ἰς τὸ δημόσιον. v τῆς δ’ αὐτῆς κακοτεχνίας ἐστὶν καὶ ἡι λεγομένηι κατὰ σύνοψιν ἀπαίτησι[ς], ο̣ὐ πρὸς τὴν οὖσαν ἀνάβα[σι]ν̣ [v] |
[Νίλου, ἀ]λ̣λ̣ὰ πρὸς σύνκρισιν ἀρχαι<ο>τέρων τινῶν ἀναβάσε[ω̣ν, καίτοι] τῆς ἀληθείας αὐτῆς οὐδὲν δοκεῖ δικαιότερον εἶναι· θαρ%⁸⁰- | |
[σεῖν δὲ βούλ]ο̣μ̣α̣ι καὶ προθύμως γεωργεῖν τοὺς ἀνθρώπου[ς̣, εἰδότα]ς ὅτι πρὸς τὸ ἀληθὲς τῆς οὔσης ἀναβάσεως καὶ τῆς βεβρ̣ε̣γ̣μ̣[έ]- | |
[νης γῆς, κα]ὶ̣ ο̣ὐ πρὸς σ[υ̣]κοφαντίαν τῶν κατὰ σύνοψιν παραγραφ[ο̣μ̣έ]νων ἡι ἀπαίτησις ἔσται. ἐὰν δέ τις ἐξελεγχθῆι ψευσάμ̣[ενος αὐτήν], | |
[τὸ κάθ]ε̣κ̣τον τριπλάσι[ο]ν ἀποδώσει. v ὅσοι μὲν γὰρ ἐφοβήθησαν ἀ[κ]ο̣ύσαντες περὶ ἀναμετρήσεως τῆς ἐν τῆι Ἀ[λε]ξανδρέω[ν̣ χώρᾳ καὶ] | |
60 | [τῶι νομ̣ῷ̣] Μενελαΐτηι ἀρχαίας γῆς, [ε]ἰς ἣν οὐδέποτε σχοινίον κα[τ]ηνέχθηι, μὴι μάτην εὐλ[α̣β̣]είσθωσαν· οὔτε [γὰρ ἐ̣]τολμήσε [π̣οτέ τις ποι]- |
[ήσασθα̣]ι τὴν ἀνα[μ]έτρησιν οὔτε [π̣ο̣]ιήσεται. μένειν γὰρ ὀφεί[λ̣]ει τ̣[ὸ] ἐξ αἰῶνος αὐτῆς δίκ[α̣ιον. τ̣ὸ̣] δ’ αὐτὸ ἵστημι [καὶ π]ερὶ τῶν το[ύτοις προστε]- | |
[θέν̣τ̣]ων προσγενημάτων, ὥστε [μη]δὲν ἐπ’ αὐτῶν κ̣αινίζεσθαι. περὶ δὲ τῶν ἀρχαιοτ<έ>[ρ̣ων] ἐ̣κ̣[θ̣]έσεων, <ἐ>νκει[μένω]ν ὑμ[ῶ̣]ν, αἷς [τ̣ι̣νες ὥστε] | |
[ἐκπράσ]σ̣ε̣ι̣ν ἢ ὁ̣ρ̣ί̣σαι πολλάκις ο[ὐδὲν] πλέ[ο]ν περιε[ποί]ησαν πλὴν ἀργυρισμοῦ τῶν πραγμ[ατικ]ῶν καὶ τῆς τῶ[ν ἀνθρώ]π̣ω̣ν ἐπιτ̣[ρί̣ψ̣εως, Καί]- | |
[σαρι Σ]ε̣[β̣α]στῶ̣[ι] Α̣[ὐ]τοκράτορι γράψ[ωι μ̣]ετὰ τῶν ἄλλω[ν ὅ̣]σα αὐτῶι δήλωι τῶι μόνωι δυναμ[ένω̣]ι τὰ τοιαῦτα ὁλ[οσχερ]ῶς [ἐ̣]κκόπ̣τ[ε̣ιν, οὗ εἰσι] | |
65 | [αἴτι]α̣ι τῆς πάντων ἡ[μ̣]ῶν σωτηρίας ἡι δι̣[η]ν̣εκὴς [εὐ]ε̣ργεσία καὶ πρόνοια. vvvv ἔ̣[το]υ̣ς v πρώτο[υ̣ Λουκ]ί̣ο̣υ̣ Λειβίο[υ vvv] |
[Γάλ]βα Καί[σ]αρος Σεβαστοῦ Αὐτο̣κράτορος, Ἐ̣[π]ε̣ῖφ[ι̣] ιβʹ. {²vac.}² |