[ ] Eg. — El Khārga Oasis: Hibis — 68 AD
1 Ἰούλιος Δημήτριος, στρατηγὸς Ὀ̣ά̣[σ̣ε̣]ω̣ς̣ [Θ]η̣[βαΐδος {²vac.}² ]
τοῦ πεμφ[θ̣έ̣]ντος μοι διατάγμ[ατ]ος ὑπὸ [τοῦ κυρίου ἡγεμόνος]
Τιβερίου Ἰουλίου Ἀλε[ξ]άνδρου τὸ ἀν[τ]ίγραφον ὑμ̣εῖ[ν ὑπέταξα],
ἵν’ εἰδότες ἀπολαύητε τῶν εὐεργεσ[ιῶ]ν. (ἔτους) βʹ Λουκίου Λειβίου Σε̣[β]α̣σ[τοῦ]
5 Σ̣ο̣υ̣λ̣π̣ι̣κ̣ίου Γ[άλβα Αὐ]τ̣ο̣κράτορος. Φαῶφι α̣ʹ Ἰουλ̣[ίᾳ Σεβαστῇ].
[Τιβέριος Ἰούλιος Ἀλέξανδρος λέγει]· {²vac.}²
[πᾶσαν πρόνοιαν ποιούμενος τοῦ διαμένειν τῷ προσήκοντι] κατα̣-
[στήμα̣]τι τ[ὴν πόλ]ιν [ἀπολαύου]σ̣αν τῶν [εὐεργεσιῶν ἃς ἔχει παρὰ τῶν]
Σεβαστῶν καὶ τοῦ τὴν Αἴ̣γ̣υ̣[πτον ἐν εὐσταθείᾳ διάγουσαν εὐθύμως]
10 ὑπ[ηρ]ετεῖν τῇ τε ε[ὐ]θ̣ην[ίᾳ καὶ τῇ μεγίστῃ τῶν νῦν καιρῶν εὐδαι]-
μονίᾳ, μὴ [β]αρυνομένην κ[αιναῖς καὶ ἀδίκοις εἰσπράξεσι, σχεδὸν δὲ ἐξ οὗ]
τῆς πό[λ]ε[ω]ς ἐπέ̣β̣ην κ[αταβοώμενος ὑπὸ τῶν ἐντυγχανόν]-
των καὶ καθ’ {²⁶κατ’}²⁶ ὀλίγους κ[αὶ κατὰ πλήθη τῶν τε ἐνθάδε εὐσχημο]-
νεστάτω[ν] καὶ τῶν γ[εωργούντων τὴν χώραν μεμφομένων]
15 τὰς ἔ[γ]γιστα [γ]εν̣ομ[ένας ἐπηρείας, οὐ διέλιπον μὲν κατὰ τὴν]
ἐ̣μαυτοῦ̣ δύ̣ναμιν τ[ὰ ἐπείγοντα ἐπανορθούμενος· ἵνα δὲ εὐθυ]-
[μ]ότεροι πά̣ντα ἐλπί̣[ζητε παρὰ τοῦ ἐπιλάμψαντος ἡμεῖν ἐπὶ σω]-
τηρίᾳ τοῦ παντὸς ἀ̣ν[θρώπων γένους εὐεργέτου Σεβαστοῦ]
Αὐτοκρ̣ά̣τ̣ορος [Γ]ά̣λβ[α τά τε πρὸς σωτηρίαν καὶ τὰ πρὸς ἀπόλαυσιν],
20 καὶ γεινώσκη[τε] ὅ̣τι [ἐφρόντισα τῶν πρὸς τὴν ὑμετέραν βοήθει]-
αν ἀνηκόντων, προ[έγραψα ἀναγκαίως περὶ ἑκάστου τῶν]
ἐ̣πιζητουμένων, ὅσ[α ἔξεστί μοι κρείνειν καὶ ποιεῖν, τὰ δὲ]
μείζονα καὶ δεόμεν[α̣ τῆς τοῦ Αὐτοκράτορος δυνάμεως καὶ]
μεγαλειότητος αὐτ̣[ῷ δηλώσω μετὰ πάσης ἀληθείας, τῶν]
25 [θεῶν τ]α[μ]ι̣ευσαμένων εἰς τοῦτο̣ν [τ][ν] ἱερ[ώτ]ατον καιρὸν
[τὴν τ]ῆς οἰκουμένης ἀσφάλει[α]ν. ἔγνω[ν] γὰρ πρὸ π[ά]ντων ε̣ὐ-
[λογ]ω̣τ̣άτην ο̣ὖσαν τὴν ἔντευξιν ὑμῶν [ὑ]π̣ὲρ τοῦ μ̣ὴ ἄκον-
τας ἀ[ν̣θ̣]ρώπους εἰς τελωνείας ἢ ἄλλα̣[ς] μ̣ι̣σ̣[θ]ώσεις οὐσιακὰς πα-
ρὰ τὸ κ[οι]νὸν ἔθος τῶν ἐπαρχειῶν πρὸς βίαν ἄγεσθ[α]ι, καὶ ὅτι οὐ-
30 κ ὀλίγ[ο̣ν̣] ἔβλαψε τὰ πράγματα τ[ὸ] πολλοὺ̣ς ἀ[π]εί[ρ]ους ὄ[ντ]ας τῆς
τοιαύτης πραγμα̣τείας ἀχθῆν[α]ι μ̣ε̣τ’ ἀ̣ν̣ά̣γκης ἐπι[β]λ̣η̣[θ]έ̣ν-
[τ]ω̣ν α̣ὐτοῖς τῶν τελῶν. δ̣ιόπ̣[ερ καὶ] αὐτὸς [ο][τ]ε ἤ[γα]γόν [τινα]
[εἰς τ]ελωνεί[α]ν ἢ μίσθωσ̣ι̣ν οὔτε ἄ[ξ]ω, ε̣[ἰδ]ὼς το[ῦ]το σ[υμ]-
[φέρειν κ̣]αὶ ταῖς κυ[ρια]κ̣αῖς ψήφ[ο]ις τὸ μετ[ὰ προθυμίας ἑκόν]-
35 [τας πραγ]ματε̣ύ̣ε̣σθαι [τ]οὺς [δυνατούς. πέπεισμαι δὲ ὅτι οὐδ’]
[εἰς τὸ μ]έλλον [ἄ̣κ̣]οντ[ά]ς τ[ι]ς ἄ[ξει τελώνας ἢ μισθωτάς],
[ἀλλὰ δια]μ̣ισθώσει τοῖς [βουλομένοις ἑκουσίως προσέρχεσθαι],
[μᾶλλον] τὴν τῶν προτέ[ρων ἐπάρχων αἰώνιον συνήθειαν]
[φυλάσσ]ω̣ν ἢ τὸν {²⁶τὴν}²⁶ πρόσκαιρόν τινος ἀδικ[ίαν μειμησά]-
40 [μενος. ἐπειδὴ] ἔνιοι προφάσ̣[ει τῶν δημοσίων καὶ ἀλλότρια]
                {²cetera omnino desunt}²
Search Help
Contact Us