[ ]
Eg. — El Khārga Oasis: Hibis — 48 AD
1 | Ποσιδώνιος στρατηγός. {²vac.}² |
τῆς πεμφθείσης μοι ὑπὸ τοῦ κυρίου ἡγεμόνος | |
[ἐ]π̣ι̣στολῆς σὺν τῶι ὑποτεταγμένωι προστά- | |
[γματ]ι̣ τὰ ἀντίγραφα ὑμεῖν ὑποτέταχα, ἵν’ εἰδό- | |
5 | [τες κ]α̣τακο̣[λ]ουθῆτε καὶ μηδὲν ὑπεναντίον τοῖς προσ- |
[τεταγμένοι]ς̣ [π̣ο̣ι̣]ῆτε. vvv (ἔτους) ἐνάτου Τιβερίου Κλαυδίου Καίσαρος | |
[Σεβαστοῦ Γερμαν̣ι̣]κ̣[ο̣ῦ Αὐ]τοκράτορος, Μεχεὶρ vv ζʹ. {²vac.}² | |
[Οὐεργίλιος̣ Κ̣α]π̣ίτων Ποσειδωνίωι, στρατηγῶι Ὀάσε- | |
[ως, χαίρειν· οὗ̣ ἐ̣π̣ὶ̣] τῆς πόλεως προέθηκα διατάγμα- | |
10 | [τος τὸ ἀντίγραφον ἔ]πε̣μψά̣ σ[οι· β̣]ο̣ύ̣λ̣ομαι οὖν [σ]ε ἐν |
[τόπωι φανερῶ̣ι̣ ἔν̣] τε τῆι μητροπόλει τοῦ νομοῦ καὶ καθ’ ἑ- | |
[κάστην κώμ̣η̣]ν̣ α[ὐ]τ̣ὸ προθεῖναι σαφέσι καὶ εὐσήμοις | |
[γράμμασιν̣] καὶ φρο[ν]τίσα̣ι̣ ἵνα γέ̣νηται ταῦ[τ’] ἐμοῦ. [vv] | |
Γναῖος Οὐ[εργί]λιος Καπίτων λέγει· {²vac.}² | |
15 | καὶ πάλαι μὲν ἤκουόν τινας δαπάνας ἀδίκους καὶ παραλογή- |
ας ὑπὸ τῶν πλεονεκτικῶς καὶ ἀνα̣ι̣δ̣ῶς ταῖς ἐξ[ο]υσί̣α̣ις ἀπο- | |
χρωμένων γείνεσθαι, καὶ νῦν δὲ ἐν τῆι τῶν Λιβ̣ύων μάλιστα | |
ἔγνων ὑποθέσει ὅτι ἀναλίσκεταί τιν̣α ἁρπ̣αζόντων ἀδε- | |
ῶς τῶν ἐπὶ ταῖς χρείαις ὡς ὑποκεί̣μενα̣ εἰς δαπάνας | |
20 | καὶ ξενίας αὑτῶν τὰ μήτε ὄντα μήτε ὀφείλοντα εἶναι, |
ὁμοίως δὲ καὶ̣ ἀν̣γα[ρ̣]ειῶν ὀνόματι. διὸ κελεύωι τοὺς | |
δ̣ι̣ο̣δεύοντας διὰ τῶν νομῶν στ̣ρατιώτας καὶ ἱππεῖς καὶ | |
[σ]τάτορας καὶ̣ ἑ̣κατοντάρχας καὶ χειλιάρχ̣ο̣υς καὶ το̣ὺς λο̣ι- | |
ποὺς ἅ̣παντα̣ς̣ μηδὲν λ̣αμβάνειν μηδ̣ὲ ἀνγαρεύειν εἰ μήι | |
25 | τιν̣ες ἐμὰ διπλώματα ἔχου̣σ̣ιν· καὶ τούτους δὲ στέγηι μόνον δέ- |
χ̣εσθαι τοὺς διερχομένους, ὑποκ̣είμενόν τε μηδένα μηδὲν πράτ- | |
τειν ἔξω τῶν ὑπὸ Μαξίμου σταθέντων. [ἐ]ὰν [δ̣]έ τις δῶι̣ ἢ ὡς δε- | |
δομένον λογίσηται καὶ εἰσπράξηι δημοσίᾳ, τοῦτον τὸ δ̣ε̣κ̣απλοῦν | |
ἐγὼι ἐκπράξωι οὗ αὐτὸς ἔπραξεν τὸν νομόν, καὶ τῶι μηνύσαντι | |
30 | τὸ τε[τ̣ρ̣]απλάσειον μέρος δώσωι ἐκ τῆς τοῦ κατακριθέντο̣ς οὐσί[α]ς. |
οἱ [δὲ β]ασιλικοὶ γραμ[μ]α̣τεῖς καὶ κωμογραμματεῖς καὶ τοπογραμ- | |
[ματ]εῖς κατὰ νομὸν π̣άντα ὅσα [δ]α̣πανᾶται ἐκ τοῦ νομοῦ εἴς τινα | |
ἢ̣ πέπρακ̣ται παραλόγως ἢ ἄλλο τ[ι] ἀν̣α̣γρ̣αφ̣[έ]σθω̣σ̣αν καὶ ἐν̣ ἡ̣[μέρ]α̣ι[ς] | |
ἑξήκοντα ἐπιδότωσαν, οἱ δ’ ἐπὶ τ[ῆ]ς Θηβαΐδος̣ δ̣ι̣ὰ τ̣ετρα̣μ̣ή̣ν̣ου̣, εἰς τὰ̣ | |
35 | λογιστήρια, καὶ πρὸς Βασιλείδην τὸν̣ Καίσαρος̣ ἀ̣πελε̣ύθερον̣, τ[ὸ̣ν̣] ἐπ̣ὶ̣ |
τοῦ λογιστηρίου, κ̣αὶ τοὺς ἐ̣κλογιστὰς πεμπέτωσαν, ἵν’ ἐά̣ν̣ τ̣[ι] παρ̣ὰ τὸ δί- | |
καιον λελογευμένον ἢ πεπραγμένον ᾖ, τοῦτο διορθώσομαι. ὁμ̣οίως | |
δ[ὲ βού]λομαι δηλοῦσθαί μ̣[οι̣ εἴ που] | |
π[υ̣ρ]ὸς ἢ ἀργύριον δίδ̣ο̣τ̣[αι εἰς τι]- | |
40 | μὴν σκεπαστικοῦ· ὃ [γ̣ὰρ ἐγὼι καὶ] |
πρῶτον ἀκούσας ἐ[θ̣αύμ̣ασα ὅτι τινὲς] | |
παρὰ τὴν τοῦ κυρίο̣υ̣ [ἡμῶν διάταξιν] | |
ἐτόλμησαν ἢ σκε[π̣αστικὸν ἀντὶ σκέ]- | |
πης τι λαμβάνει[ν̣ ἢ ἀπαιτεῖν, καὶ πολ]- | |
45 | λάκις παρὰ τὴν [— — — c.16 — — —]- |
σαντος γείν[εσθαι — c.8 — κεχει]- | |
ρογραφημέ̣[ν — — — c.15 — — — τῶι] | |
στρατηγῶι ἐ̣π̣ι̣[δότωσαν — c.7 — ἐν ἑ]- | |
50 | ξήκοντα ἡ̣[μέραις καὶ κατὰ τὰ πρότε]- |
ρον προστ[εταγμένα — — — c.11 — — —]- | |
σθ̣ω[σ̣]α[ν̣ — — — — c.21 — — — —]- | |
πειν πᾶσι [— — — — c.21 — — — —] | |
καὶ τὰ ἁμα̣[ρτήματα — — — c.13 — — —] | |
55 | καὶ τοὺς τὴ̣[ν] ἀ̣[λ̣ήθειαν σῴζοντας ἀνε]- |
πηρεάστους [φυλαττ— — — c.12 — — —] | |
ἤδη προλέγω̣ι̣ ὅ̣τ̣ι̣ [— — — c.14 — — —]- | |
των, εἰ και[— — — c.17 — — — γέ]- | |
νοιτο, τ[ο]ύτους [δ̣ὲ — c.8 — ἀναγρά]- | |
60 | φεσθαι, [κ]αὶ [π̣έ̣μ̣πειν — — — c.12 — — —] |
κ̣ολάσεως [ἐ̣π̣ι̣— — — c.16 — — —]- | |
ται τῶν [χ̣ε̣ι̣ρογραφ— — — c.12 — — —]- | |
[ε̣ι̣]ν μοι μετα[․]μ[— — c.10 — — καὶ ὅσα ἔ]- | |
γραψ̣α προτίθεσθ̣[αι σαφῶς ἐν τῆι μη]- | |
τ̣ρ̣ο̣πόλει τοῦ ὅλου ν[ομοῦ καὶ κατὰ] | |
65 | [κώμ̣]η̣ν τὰ ἑκάστης, ἵν’ ἐξῆι τῶι βουλομέν[ωι] |
[μα]θ̣ε̣ῖν τοὺς ψευσαμένους· κελεύω δὲ κα[ὶ] | |
[τοὺ]ς [μὲν] τ[ρ]απεζ̣είτας τῶν νομῶν τῶν | |
[ἐκεῖ τοὺς τ]ῶν λόγων ἀναγραφὴν ἐπικε- | |
[φαλαίαν ποιο]υ̣μένους πέμπειν ἐμοί τε καὶ | |
70 | [εἰς τὰ λογιστ]ή̣ρια, [κ]αὶ πρὸς Βασιλείδην καὶ τοῖς |
[ἐκλογισταῖς ἐπιδι]δόναι, ἵν’ εἰς διαλογισ- | |
[μὸν ἄγωνται ὥστ’ ἐ]ξ̣ αὐτῶν εἶναι φανερὸν | |
[τὸ ἀληθὲς καὶ τὸ ἀπ]αί̣τ̣ημα λογευθείηι· οἱ | |
[δὲ — — — — — — — — — — — —] τῶι ἰδίωι λό- | |
75 | [γωι — — — — — — — ἐ]ν τῆι ἐξ ἔθους προθεσ- |
[μίᾳ — — — — — — —]ν. {²vac.}² | |
[(ἔτους) ἐνάτου Τιβερίου Κλ]α̣[υ]δ̣ί̣[ο]υ Καίσαρος Σεβαστ[ο]ῦ̣ | |
[Γερμανικοῦ Αὐτοκράτορο]ς vvv Χοιὰχ v ιαʹ. {²vac.}² |