[ ]
Eg. — Magdola (Medinet el-Nihās) — 95 BC — SB 5.8932
1 | ὑπὲρ βασιλέως Πτολεμαίου τοῦ κα[ὶ] |
Ἀλεξάνδρου καὶ βασιλίσσης [Κ]λ̣[εο]- | |
[πάτρας] τῆς ἀδελφῆς, θεῶν [Φιλομη]τ̣ό̣- | |
ρων Σωτήρων καὶ τῶν τέκνων καὶ τῶν | |
5 | [προ]γόνων, Ἥρ̣ωνι θεῶι μεγάλωι. |
(ἔτους) [κ]ʹ, Φ̣αμενὼ̣θ αʹ. | |
[βασι]λ[εῖ Πτολεμ]αίωι τ[ῶι] καὶ Ἀλεξάνδρωι θεῶι | |
[Φιλο]μήτο[ρι] χαίρειν Ἡ[ρ]ώδ[η]ς Χαριδήμου | |
[καὶ Ἡρ]ώδης Νείλου ἀμ[φ]ότεροι τῶν ἐκ τῆς θερ[α]- | |
10 | πήας αʹ {²⁶πρώτου}²⁶ σημ<ή>ου. ὑπάρχοντος π[ρὸς] Μαγδῶ[λα] |
ἱεροῦ Ἥρωνος θεοῦ μεγίστου, ἔτι δὲ καὶ ἱερ[ᾶς] | |
γῆς ἀχρήστων, ἐν αἷς καὶ προσκλύζει ὁ προσπαρα- | |
κείμενος αἰγιαλός, ἐν δὲ τούτωι ἀνακειμένω[ν] | |
σοῦ τε, μέγιστε βασιλεῦ, καὶ τῶν προγόνων | |
15 | ἰκόνων γραπ<τ>ῶν, τῶν τε θυσιῶν καὶ σπονδῶν |
καὶ τῶν ἄλλων τῶν νομιζομένων ὑπέρ τε σοῦ, | |
[ν]ικηφόρε βασιλεῦ, καὶ τῶν τέκνων διὰ νυκτὸς | |
καὶ ἡμέρας συντελουμένων, νυνὶ δὲ τοῦ προ- | |
δεδηλωμένου ἱεροῦ ἐγλελιμμένου τοῖς ὅλοις | |
20 | χάριν τοῦ μὴ μόνον τοὺς ἐπὶ πραγμάτων τετα[γ]- |
μένους συνεχέστερον παραγινομένους συκο- | |
φαντ<ί>ας καὶ σεισμοῦ {ς} ἕνεκα παρενοχλεῖν καὶ | |
παραλογεύειν τὸ σημαινόμενον ἱερόν, ἀλλὰ | |
καὶ ἐν ταῖς γινομέναις παρ’ ἕκαστον ἐν τῆι | |
25 | κώμηι λογείαις ἐπιχιρ̣[ε]ῖν τοὺς ἐκ τού[τ]ου ἱερεῖς |
πράσσειν παρὰ τὸ καθῆκον τὸ ὅμοιον· τὸ δ’ ὅλον | |
οὐ προσηκόντως ἐπιτηδεύουσιν ἀπαιτεῖν | |
[τ]ῆς διασαφουμένης χέρσου ἱερᾶς γ̣ῆς τό τε θʹ {²⁶ἔνατον}²⁶ | |
καὶ τὸ να̣ύ̣βιον· διὸ δὴ ἀξιοῦμεν <σέ>, τὸν εὐχά- | |
30 | ριστον καὶ θεότατον βασιλέα, καθ’ ἣν ἔχεις |
πρὸς τὸ θεῖον εὐ[σ]έβειαν, ἐπιχωρήσαντα ἡ- | |
μ[ῖν] διὰ προστάγματος εἶναι τὸ μηνυ- | |
όμενον ἱερὸν ἄσυλον καὶ ἀναθεῖναι στήλας | |
λιθίνας ἐκκεκολαμμένας τοῖς θ’ ἑλληνικο[ῖς] | |
35 | καὶ ἐνχωρίοις γράμμασιν πρὸ τοῦ λιθίνου προ- |
πύλου τοῦ ἱεροῦ, προστάξαι Πτολεμαίωι τῶι | |
συγγενεῖ καὶ ὑπομνηματογράφωι καὶ ἐπιστρα- | |
τήγωι γράψαι Λυσανίαι τῶι συγγενεῖ καὶ στρα- | |
τηγῶι τοῦ νομοῦ κατακολουθήσαντα τοῖς | |
40 | ἠξιωμένοις μηδενὶ ἐπιτρέπειν πράσσειν |
μηδὲ παραλογεύειν μηδὲ εἰσεῖναι εἰς τὸ | |
ἱερὸν μήτε ἡμᾶς μήτε τοὺς ἁγνεύοντας ἱερεῖς | |
μηδὲ τὸν προφήτην ἀπαιτεῖν μηθὲν μη[δὲ] | |
παρενοχλεῖν κατὰ μηδένα τρόπον μηδὲ μ̣ὴ̣ν̣ | |
45 | τῆς ἱερᾶς ἀχρήστου παρευρέ<σ>ει ᾑτι<νι>οῦν· ὅπως |
πολλ<ῶ>ι μᾶλλον προθυμότερον τὰ νομιζόμενα | |
ἐπι[τέ]λωσει αὐτοί τε ἐσόμεθα π[ε]φιλανθρωπημέν[οι]. εὐτύχε[ι]. | |
Λυσ[αν]ίαι· μηδενὶ ἐπιτρέπειν εἰσβιάζεσθαι | |
εἰς τὸ ἱερόν. (ἔτους) κʹ, Ἁθὺρ ιηʹ. | |
50 | τῶι ἐπιστάτει· κατακολουθεῖν τοῖς προστε- |
ταγ{γ}μένοις {²⁶προστεταγμένοις}²⁶ vac. (ἔτους) κʹ, Μεχεὶρ ιʹ. |