1 | ἄσυλον κατὰ τὰ προστεταγμένα. |
βασιλεῖ Πτολεμαίωι θεῶι Φιλοπάτορι καὶ | |
Φιλαδέλφωι χαίρειν Διονυσόδωρος | |
Ἀθηνοδώρου Ἀθηναῖος· ὑπάρχει{ν} ἐν Εὐ- | |
5 | ημερίαι τοῦ Ἀρσινοΐτου ἱερὸν Ἄμμωνος |
καὶ τῶν συννάων θεῶν συμπεπτωκὸς | |
καὶ τοῖς ὅλοις ἐξηρημωμένον. βούλομαι | |
ἐπ’ αὐξήσει τῶν τοῖς θεοῖς ἀνηκόντων | |
ἀνοικοδομῆσαι τοῦτο τοῖς ἰδίοις ἀνηλώ- | |
10 | μασι καὶ ἐπιγράψαι ὑπέρ σου, δέσποτα |
βασιλεῦ, ὅπως αἵ τε [θ]υσίαι καὶ αἱ [σπ]ονδα[ὶ] | |
ἐπιτελῶνται, κτ[ι]σθέντος τοῦ σημαι- | |
νομένου ἱεροῦ ὑπέρ τε σοῦ καὶ τῶν προ- | |
γόνω[ν σ]οῦ, μενούσης καὶ τῆς παρὰ | |
15 | τῶν πλησίων ἱερῶν συνκεχ[ω]ρ̣ημένης |
ἀσυλίας, μηδενὸς εἰσβ̣[ιαζο]μένου, | |
μηδ’ ἐκσπᾶν τοὺς ἐν τῶ̣ι̣ [ἱερῶι] κ̣α̣ὶ̣ | |
παστοφόρους καὶ τοὺς ἄ̣λ̣λ̣ο̣υ̣ς̣ | |
τοὺς κα̣τα̣φεύγοντ̣ας̣ καθ’ ὁνδηπο- | |
20 | τοῦν τρόπον· δέομαι σ̣οῦ τοῦ νικη- |
φόρου θεοῦ, εἰ δ[οκ]εῖ, ἀβ[λαβ]οῦς τοῦ | |
πράγματος ὑ[π]ά[ρ]χοντος, [καθ’ ἣν] | |
ἔχεις πρὸς τὸ θεῖον εὐ[σέβ]ει[αν], π̣ροσ- | |
τάξαι Θήριδι τῶι συγγενεῖ καὶ ὑ[π]ομνη- | |
25 | ματογράφωι, ὅπως γράψῃ τῶ[ι] τ[ο]ῦ νομοῦ |
στρατηγῶι καὶ οἷς καθήκ[ει, ε]ἰδὼ<ς> | |
πο[ιού]μ̣ενον τὰ τῆς ἀναν̣[εώσεω]ς, | |
προν[ο]ηθῆναι ὡς Μ̣ΕΤ̣ΑΤ․․Λ̣․ ἀσυ- | |
λίας τόπον, ἣ ἐνκ[ολαφθ]ή[τω ἐν τ]ῆι | |
30 | ὑπ’ ἐμοῦ στήληι ἀνατε[θείσηι] |
περιέχουσα τῆς ἐντε[ύ]ξεως | |
καὶ τ<οῦ> {⁴τῆς}⁴ πρὸς αὐτὴν χρηματισμοῦ | |
τὸ ἀντίγραφον· τούτου δὲ γενο- | |
μένου ἔσομαι εὐεργετημένος· | |
35 | διευτύχει. |
(ἔτους) ιγʹ · Θήριδος · γεινέσθω. | |
ἔγραψε Πτολεμαῖος Διδύμου | |
κοινὸς γραμματεύς. |
Fayoum
2:136