[ ]
Eg. — Euhemeria (Qasr el-Banat) — 69 BC — SB 3.6154
1 | ἄσυλον κατὰ τὰ προστεταγμένα. |
βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι | |
Κλεοπάτραι τῆι καὶ Τρυφαίνηι θεοῖς Φιλο- | |
πάτορσι καὶ Φιλαδέλφοις χαίρειν | |
5 | Ἀπολλοφάνης Βίωνος Ἀντιοχεὺς τῶν αʹ {²⁶πρώτων}²⁶ |
φίλων καὶ χιλιάρχων λογχοφόρων. ὑπάρχει | |
ἐν Εὐημερίαι κώμηι τοῦ Ἀρσινοΐτου τῆς | |
Θεμίστου μερίδος ἱερὸν Ψοσναῦτος καὶ Πνεφερῶτο(ς) | |
καὶ Σόξιτος, θεῶν κροκοδείλων, ἐν ὧι καὶ ἀνάκειντ̣[αι] | |
10 | τῶν προγόνων ὑμῶν εἰκόν<ε>ς {⁴εἰκόνας}⁴· τούτων δὲ χάριν, |
[ἐπεὶ] καὐτὸ τὸ ἱερὸν πεπαλαιῶσθαι καὶ τῶν εἰθισ- | |
μένων ἐπιτελεῖσθαι ὑπέρ τε ὑμῶν καὶ τῶν τέκνων | |
θυσιῶν καὶ σπονδῶν ἐμποδιζομένων, αὐτός τε | |
εὐσεβῶς διακείμενος πρὸς τὸ θεῖον καὶ προαιρού- | |
15 | μενος ἀνοικοδομῆσαι τοῦτο σὺν τῶι περιβόλωι, |
ἀναθεῖναι δὲ καὶ ὑμῶν τῶν μεγίστων βασιλέων | |
[εἰκ]όνας πρὸς τὸ ἐπιφανεστ<ά>του {τοῦ} τόπου γενη- | |
[θέ]ντος πολὺ μᾶλλον τὰ νομιζόμενα τοῖς θεοῖ[ς] | |
ἐπιτελῆται, ἀξιῶ, τοῦ πράγματος ἀβαροῦς ὄντο[ς], | |
20 | ἐὰν φαίνηται, π̣ρ̣ο̣στάξαι περὶ̣ τ̣ο̣ύτων Ἀπο̣λ̣λω[νίωι] |
τῶι συγγενεῖ καὶ στρατηγῶι τοῦ νομοῦ ἐπι- | |
χωρῆσαι ὑμῖν τὸ προκείμενον ἐπι[τε]λέσαι, | |
ὄντος ἀσύλου, μηδενὸς εἰσβιαζο- | |
μένου, μήτε τοὺς ἐν τῶι ἱερῶι ἱερεῖ[ς] | |
25 | καὶ παστοφόρους καὶ τοὺς ἄλλο[υς] |
παρενοχλοῦντ<ο>ς {⁴παρενοχλοῦντας}⁴, ἐνκολαφθῆναι δ[ὲ] | |
τήν τε ἔντευξιν καὶ τὸ πρὸς αὐτὴν | |
προστεταγμένον· εὐτύχει. | |
τῶι στρατηγῶι· ἐπιχωρῆσαι· | |
30 | (ἔτους) ιβʹ, Φαρμοῦθι κθʹ |
ἐπὶ λεσώνου Ἁρμοδίου τοῦ Ἀσκλη- | |
πιάδου Μακεδόνος τῶν κατοίκων ἱππέ<ων>. | |
ἔγραψε Πτολεμαῖος Διδύμου | |
κοινὸς γραμματεύς. |