[ ] Eg. — Euhemeria (Qasr el-Banat) — 69 BC — SB 3.6154
1 ἄσυλον κατὰ τὰ προστεταγμένα.
βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι
Κλεοπάτραι τῆι καὶ Τρυφαίνηι θεοῖς Φιλο-
πάτορσι καὶ Φιλαδέλφοις χαίρειν
5 Ἀπολλοφάνης Βίωνος Ἀντιοχεὺς τῶν αʹ {²⁶πρώτων}²⁶
φίλων καὶ χιλιάρχων λογχοφόρων. ὑπάρχει
ἐν Εὐημερίαι κώμηι τοῦ Ἀρσινοΐτου τῆς
Θεμίστου μερίδος ἱερὸν Ψοσναῦτος καὶ Πνεφερῶτο(ς)
καὶ Σόξιτος, θεῶν κροκοδείλων, ἐν ὧι καὶ ἀνάκειντ̣[αι]
10 τῶν προγόνων ὑμῶν εἰκόν<ε>ς {⁴εἰκόνας}⁴· τούτων δὲ χάριν,
[ἐπεὶ] καὐτὸ τὸ ἱερὸν πεπαλαιῶσθαι καὶ τῶν εἰθισ-
μένων ἐπιτελεῖσθαι ὑπέρ τε ὑμῶν καὶ τῶν τέκνων
θυσιῶν καὶ σπονδῶν ἐμποδιζομένων, αὐτός τε
εὐσεβῶς διακείμενος πρὸς τὸ θεῖον καὶ προαιρού-
15 μενος ἀνοικοδομῆσαι τοῦτο σὺν τῶι περιβόλωι,
ἀναθεῖναι δὲ καὶ ὑμῶν τῶν μεγίστων βασιλέων
[εἰκ]όνας πρὸς τὸ ἐπιφανεστ<ά>του {τοῦ} τόπου γενη-
[θέ]ντος πολὺ μᾶλλον τὰ νομιζόμενα τοῖς θεοῖ[ς]
ἐπιτελῆται, ἀξιῶ, τοῦ πράγματος ἀβαροῦς ὄντο[ς],
20 ἐὰν φαίνηται, π̣ρ̣ο̣στάξαι περὶ̣ τ̣ο̣ύτων Ἀπο̣λ̣λω[νίωι]
TW=I SUGGENEI= KAI\ STRATHGW=I TOU= NOMOU= E)PI-
χωρῆσαι ὑμῖν τὸ προκείμενον ἐπι[τε]λέσαι,
ὄντος ἀσύλου, μηδενὸς εἰσβιαζο-
μένου, μήτε τοὺς ἐν τῶι ἱερῶι ἱερεῖ[ς]
25 καὶ παστοφόρους καὶ τοὺς ἄλλο[υς]
παρενοχλοῦντ<ο>ς {⁴παρενοχλοῦντας}⁴, ἐνκολαφθῆναι δ[ὲ]
τήν τε ἔντευξιν καὶ τὸ πρὸς αὐτὴν
προστεταγμένον· εὐτύχει.
     τῶι στρατηγῶι· ἐπιχωρῆσαι·
30              (ἔτους) ιβʹ, Φαρμοῦθι κθʹ
ἐπὶ λεσώνου Ἁρμοδίου τοῦ Ἀσκλη-
πιάδου Μακεδόνος τῶν κατοίκων ἱππέ<ων>.
    ἔγραψε Πτολεμαῖος Διδύμου
     κοινὸς γραμματεύς.
Search Help
Contact Us