[ ] Eg. — Theadelphia (Batn Ihrīt) — 127/8 AD — SB 1.5795
1 ὑπὲρ Αὐ[τοκράτορ]ο̣ς̣ Καίσαρος̣ Τ̣ραιανοῦ
[Ἁ]δριανο̣[ῦ Σεβα]σ̣τοῦ, ἐπὶ Τίτω[ι] Φλαουίωι
Τ̣[ι]τ̣ια̣ν̣[ῶι ἐπά]ρ̣χωι Αἰγύπτου,
Διοσκ[ούρο]ις σωτῆρσι ἐπιφανέσι θεοῖς
5 Νίκανδρος Πετεσούχου ἀν[έ]θηκεν
ὑπὲρ αὑτοῦ καὶ τῆς γυναικὸς καὶ τῶν
τέ̣κνω̣[ν, ἐπ’] ἀγαθῶι· (ἔτους) ιβʹ Ἁδριανο̣[ῦ το]ῦ κυρίου
             Χ̣ο̣ί̣α̣[χ —ʹ].

For AI assistants: an MCP server for these inscriptions, with texts by reference and search of the whole corpus, is at epigraphy-mcp.packhum.org.

Search Help
Contact Us
For AI assistants